385
Θεοῦ κερδαίνεις φιλανθρωπίαν· κἂν ἡμαρτηκὼς ᾖς, τεύξῃ συγγνώμης· κἂν κατωρθωκὼς ᾖς, πλείονα προσλήψῃ παῤῥησίαν. Ἀνύσωμεν τοίνυν τὸ μηδένα μισεῖν, ἵνα καὶ ὁ Θεὸς ἡμᾶς φιλήσῃ· ἵνα κἂν μυρίων ταλάντων ὦμεν ὑπεύθυνοι, σπλαγχνισθῇ καὶ ἐλεήσῃ. Ἀλλ' ἠδίκησαι παρ' αὐτοῦ; Οὐκοῦν ἐλέησον αὐτὸν, μὴ μισήσῃς· δάκρυσον καὶ θρήνησον, μὴ ἀποστραφῇς. Οὐ γὰρ σὺ εἶ ὁ προσκεκρουκὼς τῷ Θεῷ, ἀλλ' ἐκεῖνος· σὺ δὲ καὶ εὐδοκίμησας, ἐὰν ἐνέγκῃς. Ἐννόησον, ὅτι σταυροῦσθαι μέλλων ὁ Χριστὸς, ὑπὲρ ἑαυτοῦ μὲν ἔχαιρεν, ὑπὲρ δὲ τῶν σταυρούντων ἐδάκρυεν. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρή· καὶ ὅσῳ ἂν ἀδικώμεθα, τοσούτῳ μᾶλλον θρηνεῖν τοὺς ἀδικοῦντας. Ἡμῖν μὲν γὰρ πολλὰ ἐντεῦθεν τὰ ἀγαθά· ἐκείνοις δὲ τὰ ἐναντία. Ἀλλ' ἐπὶ πάντων ὕβρισε καὶ ἐτύπτησεν; Οὐκοῦν ἐπὶ πάντων ἑαυτὸν ᾔσχυνε καὶ ἠτίμασε, καὶ μυρίων κατηγόρων ἤνοιξε στόματα, καὶ σοὶ πλείονας τοὺς στεφάνους ὕφηνε, καὶ πολλούς σοι τῆς μακροθυμίας συνήγαγε κήρυκας. Ἀλλὰ πρὸς ἑτέρους διέβαλε; Καὶ τί τοῦτο, τοῦ Θεοῦ ὄντος τοῦ μέλλοντος ἀπαιτεῖν τὰς εὐθύνας, ἀλλ' οὐκ ἐκείνων τῶν ἀκουσάντων; Ἑαυτῷ γὰρ προσέθηκε κολάσεως ὑπόθεσιν, ἵνα μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ ὧν περὶ σοῦ διελέχθη, παράσχῃ 58.596 λόγον. Καὶ σὲ μὲν πρὸς ἀνθρώπους διέβαλεν, αὐτὸς δὲ πρὸς Θεὸν διεβλήθη. Εἰ δὲ οὐκ ἀρκεῖ σοι ταῦτα, ἐννόησον ὅτι καὶ ὁ ∆εσπότης σου διεβλήθη, καὶ ὑπὸ τοῦ Σατανᾶ, καὶ ὑπὸ τῶν ἀνθρώπων, καὶ πρὸς τοὺς μάλιστα φιλουμένους· καὶ ὁ τούτου Μονογενὴς πάλιν τὰ αὐτά. ∆ιὸ ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. Καὶ οὐ διέβαλεν αὐτὸν μόνον ὁ πονηρὸς δαίμων ἐκεῖνος, ἀλλὰ καὶ ἐπιστεύθη· καὶ διέβαλεν, οὐ τὰ τυχόντα, ἀλλὰ τὰ μέγιστα ὀνείδη καὶ ἐγκλήματα. Καὶ γὰρ δαιμονῶντα αὐτὸν ἔφησε, καὶ πλάνον εἶναι καὶ ἀντίθεον. Ἀλλὰ καὶ εὐεργετήσας ἔπαθες κακῶς; Καὶ διὰ τοῦτο μάλιστα ὑπὲρ μὲν τοῦ ποιήσαντος θρήνει καὶ ἄλγει, ὑπὲρ δὲ σεαυτοῦ καὶ χαῖρε, ὅτι Θεῷ γέγονας ὅμοιος, τῷ τὸν ἥλιον ἀνατέλλοντι ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Εἰ δὲ καὶ ὑπερβαίνει σε τὸ τὸν Θεὸν μιμεῖσθαι· καίτοιγε τῷ νήφοντι οὐδὲ τοῦτο δύσκολον· ἀλλ' ὅμως εἴ σου μεῖζον εἶναι τοῦτό σοι δοκεῖ, φέρε σε πρὸς τοὺς συνδούλους ἀγάγωμεν· πρὸς τὸν Ἰωσὴφ, τὸν μυρία παθόντα καὶ εὐεργετήσαντα τοὺς ἀδελφούς· πρὸς τὸν Μωϋσέα, τὸν μετὰ μυρίας ἐπιβουλὰς ὑπὲρ αὐτῶν δεηθέντα· πρὸς τὸν μακάριον Παῦλον, τὸν οὐδὲ ἀριθμῆσαι ἔχοντα ἅπερ ἔπαθε παρ' αὐτῶν, καὶ ἀξιοῦντα ἀνάθεμα εἶναι ὑπὲρ αὐτῶν· πρὸς τὸν Στέφανον, τὸν λιθαζόμενον καὶ παρακαλοῦντα λυθῆναι αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ταῦτα πάντα ἐννοήσας, ἔκβαλε πᾶσαν ὀργὴν, ἵνα καὶ ἡμῖν ὁ Θεὸς ἀφῇ πάντα τὰ παραπτώματα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.595 ΟΜΙΛΙΑ ΞΒʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,
μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
αʹ. Συνεχῶς τὴν Ἰουδαίαν ἀφεὶς διὰ τὴν βασκανίαν τὴν ἐκείνων, νῦν ἐπιχωριάζει λοιπὸν, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι· οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἄνεισιν, ἀλλ' εἰς τὰ ὅρια τῆς Ἰουδαίας. Καὶ ἐλθόντι ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ Ἐθεράπευσεν αὐτούς. Οὔτε τῇ τῶν λόγων διδασκαλίᾳ διηνεκῶς ἐνδιατρίβει, οὔτε τῇ τῶν σημείων θαυματουργίᾳ· ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιεῖ, ποικίλλων τὴν σωτηρίαν τῶν προσεδρευόντων καὶ ἑπομένων, ὥστε ἀπὸ μὲν τῶν σημείων ἀξιόπιστος, ἐν οἷς ἔλεγε, φανῆναι διδάσκαλος, ἀπὸ δὲ τῆς τῶν λόγων διδασκαλίας ἐπιτεῖναι τὸ ἀπὸ τῶν σημείων κέρδος. Τοῦτο δὲ ἦν τὸ πρὸς θεογνωσίαν αὐτοὺς χειραγωγῆσαι. Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ὁλοκλήρους δήμους