386
παρατρέχουσιν ἑνὶ ῥήματι οἱ μαθηταὶ, οὐ κατὰ ὄνομα ἕκαστον ἀπαγγέλλοντες τῶν θεραπευομένων. Οὐ γὰρ εἶπον, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα· ἀλλ' ὅτι Πολλοὶ, τὸ ἀκόμπαστον παιδεύοντες. Ἐθεράπευε δὲ ὁ Χριστὸς, ἐκείνους τε εὐεργετῶν, καὶ δι' ἐκείνων πολλοὺς ἑτέρους. Ἡ γὰρ τῆς τούτων ἀσθενείας διόρθωσις ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγίνετο. Ἀλλ' οὐχὶ τοῖς Φαρισαίοις, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μᾶλλον ἐκθηριοῦνται· καὶ προσέρχονται αὐτῷ πειράζοντες. Ἐπειδὴ γὰρ τῶν γινομένων ἐπιλαβέσθαι οὐκ 58.596 εἶχον, προβλήματα αὐτῷ προβάλλουσι. Προσελθόντες γὰρ αὐτῷ καὶ πειράζοντες ἔλεγον· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; Ὢ τῆς ἀνοίας! Ὤοντο ἐπιστομίζειν αὐτὸν διὰ τῶν ζητημάτων, καίτοιγε ἤδη λαβόντες αὐτοῦ τεκμήριον τῆς δυνάμεως ταύτης. Ὅτε γοῦν περὶ τοῦ σαββάτου πολλὰ διελέχθησαν, ὅτε εἶπον, ὅτι Βλασφημεῖ, ὅτε εἶπον, ὅτι ∆αιμόνιον ἔχει, ὅτε τοῖς μαθηταῖς ἐπετίμησαν διὰ τῶν σπορίμων βαδίζουσιν, ὅτε περὶ ἀνίπτων διελέχθησαν χειρῶν, πανταχοῦ ἀποῤῥάψας αὐτῶν τὰ στόματα, καὶ τὴν ἀναίσχυντον ἐμφράξας γλῶτταν, οὕτω παρέπεμψεν. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίσταται. Τοιοῦτον γὰρ ἡ πονηρία, τοιοῦτον ἡ βασκανία, ἀναίσχυντον καὶ ἰταμόν· κἂν μυριάκις ἐπιστομισθῇ, μυριάκις ἐφίσταται πάλιν. Σὺ δέ μοι σκόπει καὶ τὴν ἐκ τοῦ τρόπου τῆς ἐρωτήσεως κακουργίαν. Οὐδὲ γὰρ εἶπον αὐτῷ· Ἐκέλευσας μὴ ἀφιέναι γυναῖκα· καὶ γὰρ ἤδη ἦν περὶ τοῦ νόμου τούτου διαλεχθείς· ἀλλ' ὅμως οὐκ ἐμνημόνευσαν ἐκείνων τῶν ῥημάτων, ἀλλ' ὡρμήθησαν μὲν ἐκεῖθεν, οἰόμενοι δὲ μείζονα ποιεῖν τὴν ἐνέδραν, καὶ βουλόμενοι εἰς ἀντινομίας ἀνάγκην αὐτὸν ἐμβαλεῖν, οὐ λέγουσι, ∆ιατί ἐνομοθέτησας τὸ καὶ τό; ἀλλ' ὡς οὐδενὸς εἰρημένου, ἐρωτῶσιν, Εἰ ἔξεστι, προσδοκῶντες ὅτι ἐπιλέλησται εἰρηκώς· καὶ ὄντες ἕτοιμοι, εἰ μὲν εἴποι, ὅτι ἔξεστιν ἀφεῖναι, ἀντιθεῖναι αὐτῷ τὰ παρ' αὐτοῦ εἰρημένα, καὶ εἰπεῖν· Πῶς οὖν εἴρηκας τὰ ἐναντία; εἰ δὲ τὰ αὐτὰ πάλιν ἅπερ 58.597 καὶ ἔμπροσθεν, ἀντιθεῖναι τὸ Μωϋσέως. Τί οὖν αὐτός; Οὐκ εἶπε, Τί με πειράζετε, ὑποκριταί; καίτοιγε μετὰ ταῦτα λέγει· ἀλλ' ἐνταῦθα οὔ φησι τοῦτο. Τί δήποτε; Ἵνα μετὰ τῆς δυνάμεως αὐτοῦ καὶ τὴν ἡμερότητα ἐπιδείξηται. Οὔτε γὰρ ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσι λανθάνειν· οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμᾶς ἡμέρως πάντα φέρειν. Πῶς οὖν αὐτοῖς ἀποκρίνεται; Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ' ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ εἶπεν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Ὅρα σοφίαν διδασκάλου. Ἐρωτηθεὶς γὰρ, Εἰ ἔξεστιν, οὐκ εὐθέως εἶπεν, Οὐκ ἔξεστιν, ἵνα μὴ θορυβηθῶσι καὶ ταραχθῶσιν· ἀλλὰ πρὸ τῆς ἀποφάσεως διὰ τῆς κατασκευῆς κατέστησε δῆλον τοῦτο, δεικνὺς ὅτι καὶ αὐτὸ τοῦ Πατρὸς αὐτοῦ ἐστι τὸ πρόσταγμα, καὶ ὅτι οὐκ ἐναντιούμενος Μωϋσεῖ ταῦτα ἐπέταξεν, ἀλλὰ καὶ σφόδρα συμβαίνων. Σκόπει δὲ αὐτὸν οὐκ ἀπὸ τῆς δημιουργίας ἰσχυριζόμενον μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ προστάγματος αὐτοῦ. Οὐ γὰρ εἶπεν, ὅτι ἐποίησεν ἕνα ἄνδρα καὶ μίαν γυναῖκα μόνον· ἀλλ' ὅτι καὶ τοῦτο ἐκέλευσεν, ὥστε τὸν ἕνα τῇ μιᾷ συνάπτεσθαι. Εἰ δὲ ἐβούλετο ταύτην μὲν ἀφιέναι, ἑτέραν δὲ ἐπεισάγειν, ἕνα ἄνδρα ποιήσας, πολλὰς ἂν ἔπλασε γυναῖκας. Νῦν δὲ καὶ τῷ τρόπῳ τῆς δημιουργίας καὶ τῷ τρόπῳ τῆς νομοθεσίας ἔδειξεν, ὅτι ἕνα δεῖ μιᾷ συνοικεῖν διαπαντὸς, καὶ μηδέποτε διαῤῥήγνυσθαι. Καὶ ὅρα πῶς φησιν· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησε· τουτέστιν, Ἐκ μιᾶς ῥίζης ἐγένοντο· καὶ εἰς ἓν σῶμα συνῆλθον· Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν. Εἶτα φοβερὸν ποιῶν τὸ ταύτης κατηγορεῖν τῆς νομοθεσίας, καὶ πηγνὺς τὸν νόμον, οὐκ εἶπε, Μὴ διασπᾶτε τοίνυν, μηδὲ χωρίζετε· ἀλλ' ὅτι Ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Εἰ δὲ Μωϋσέα προβάλλῃ, ἐγώ σοι λέγω τὸν Μωϋσέως δεσπότην, καὶ μετὰ τούτου καὶ τῷ χρόνῳ ἰσχυρίζομαι. Ὁ γὰρ Θεὸς ἐξ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ πρεσβύτερος οὗτος ὁ νόμος, εἰ καὶ δοκεῖ παρ' ἐμοῦ νῦν