391
ἀπολαύσῃ μειζόνως, ὅταν αὐτὴν διαπτύσας ἀπόσχῃ τῆς ἐπιβουλῆς. Ὥσπερ γὰρ τὸ χρηματίζεσθαι φιλαργυρίας ἐναντίον· οὕτω πρὸς τὸ δόξης ἐπιτυχεῖν, τὸ δόξης ἐρᾷν. Καὶ εἰ βούλεσθε, καθ' ἕκαστον ἐξετάσωμεν. Ἐπειδὴ γὰρ τῆς γεέννης ἡμῖν φόβος οὐδεὶς, οὐδὲ τῆς βασιλείας λόγος πολὺς, φέρε κἂν ἀπὸ τῶν παρόντων ὑμᾶς ἐναγάγωμεν. Τίνες γάρ εἰσιν οἱ καταγέλαστοι; εἰπέ μοι· οὐχὶ οἱ διὰ δόξαν τι ποιοῦντες τὴν τῶν πολλῶν; Τίνες δὲ ἐπαινετοί; οὐχὶ οἱ τὸν παρὰ τῶν πολλῶν διαπτύοντες ἔπαινον; Οὐκοῦν εἰ τὸ κενῆς δόξης ἐρᾷν ἐπονείδιστον, ὁ δὲ κενόδοξος οὐ δύναται λαθεῖν ἐρῶν αὐτῆς, ἐπονείδιστος ἔσται πάντως, καὶ γέγονεν αὐτῷ τὸ δόξης ἐρᾷν ἀτιμίας αἴτιον. Οὐ ταύτῃ δὲ μόνον καταισχύνεται, ἀλλὰ καὶ τὸ πολλὰ ἀναγκάζεσθαι ποιεῖν αἰσχρὰ, καὶ δουλοπρεπείας τῆς ἐσχάτης γέμοντα. Καὶ ὥσπερ εἰς τὸ κερδαίνειν βλάπτεσθαι μάλιστα ἀπὸ τοῦ νοσήματος τῆς φιλοκερδείας εἰώθασιν οἱ ἄνθρωποι· (πολλὰς γοῦν ἀπάτας ὑφίστανται, καὶ τὰ μικρὰ κέρδη μεγάλας ποιεῖ ζημίας· διὸ καὶ εἰς παροιμίαν ὁ λόγος 58.603 οὗτος ἐξενίκησεν·) οὕτω καὶ τῷ λάγνῳ κώλυμα πρὸς τὸ ἡδονῆς ἀπολαύειν τὸ πάθος γίνεται. Τοὺς γοῦν σφόδρα καταφερεῖς καὶ γυναικοδούλους, τούτους μάλιστα ὡς ἀνδράποδα περιφέρουσιν αἱ γυναῖκες, καὶ οὐκ ἄν ποτε καταξιώσαιεν ἐκεῖναι ὡς ἀνδράσιν αὐτοῖς κεχρῆσθαι, ῥαπίζουσαι, διαπτύουσαι, ἄγουσαι καὶ περιάγουσαι πανταχοῦ, καὶ θρυπτόμεναι, καὶ πάντα ἐπιτάττουσαι μόνον. Οὕτω καὶ τοῦ ἀπονενοημένου καὶ δοξομανοῦντος καὶ δοκοῦντος εἶναι ὑψηλοῦ, οὐδὲν ταπεινότερον καὶ ἀτιμότερον. Καὶ γὰρ φιλόνεικον τὸ τῶν ἀνθρώπων γένος, καὶ πρὸς οὐδὲν ἕτερον ἀντικαθίσταται, ὡς πρὸς ἀλαζόνα καὶ ὑπερόπτην καὶ δόξης δοῦλον. Καὶ αὐτὸς δὲ 58.604 ἐκεῖνος, ὥστε διατηρῆσαι τὸ σχῆμα τῆς ἀπονοίας, τὰ τῶν ἀνδραπόδων πρὸς τοὺς πλείονας ἐπιδείκνυται, κολακεύων, θεραπεύων, παντὸς ἀργυρωνήτου δουλείαν δουλεύων χαλεπωτέραν. Ταῦτ' οὖν ἅπαντα εἰδότες, καταθώμεθα ταῦτα τὰ πάθη, ἵνα μὴ καὶ ἐνταῦθα δίκην δῶμεν, καὶ ἐκεῖ κολασθῶμεν ἀπέραντα. Γενώμεθα τῆς ἀρετῆς ἐρασταί. Οὕτω γὰρ καὶ πρὸ τῆς βασιλείας τὰ μέγιστα ἐνταῦθα καρπωσόμεθα καλὰ, καὶ ἀπελθόντες ἐκεῖ τῶν αἰωνίων μεθέξομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.603 ΟΜΙΛΙΑ ΞΓʹ. Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· ∆ιδάσκαλε ἀγαθὲ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
αʹ. Τινὲς μὲν διαβάλλουσι τὸν νεανίσκον τοῦτον, ὡς ὕπουλόν τινα καὶ
πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα· ἐγὼ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημάτων ἐλάττονα οὐκ ἂν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν ὄντα· ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ μήτε ἀσφαλὲς εἶναι τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν· καὶ γάρ φησιν, ὅτι Προσδραμὼν καὶ γονυπετῶν παρεκάλει αὐτόν· καὶ, ὅτι Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, ἠγάπησεν αὐτόν. Ἀλλὰ πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, καὶ δῆλον ἐντεῦθεν· κἂν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὕτη λυμαίνεται τὰ ἄλλα. Εἰκότως οὖν καὶ ὁ Παῦλος ῥίζαν αὐτὴν ἁπάντων τῶν κακῶν εἶναι ἔφησε· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, φησί. ∆ιατί οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς, λέγων· Οὐδεὶς ἀγαθός; Ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαϊκῷ· διὰ δὴ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. Καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται, ὡς ὅταν λέγῃ· Ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· καὶ, Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ὅταν οὖν εἴπῃ, Οὐδεὶς ἀγαθὸς, οὐχ ἑαυτὸν