393
λόγος, καὶ πάντων αὐτὸν γυμνωθῆναι παρῄνει, δεικνὺς ὅτι οὐκ ἀφαιρεῖται τὰ ὄντα, ἀλλὰ προστίθησι τοῖς οὖσι, καὶ πλείονα ὧν ἐκέλευσε παρασχεῖν ἔδωκεν· οὐ πλείονα δὲ μόνον, ἀλλὰ καὶ τοσούτῳ μείζονα, ὅσον γῆς οὐρανὸς, καὶ ἔτι πλέον. Θησαυρὸν δὲ εἶπε, τὸ δαψιλὲς τῆς ἀντιδόσεως, τὸ μόνιμον δηλῶν, τὸ ἄσυλον, ὡς ἐνεχώρει διὰ τῶν ἀνθρωπίνων αἰνίξασθαι τῷ ἀκούοντι. Οὐκ ἄρα ἀρκεῖ τὸ χρημάτων καταφρονεῖν, ἀλλὰ δεῖ καὶ διαθρέψαι πένητας, καὶ προηγουμένως ἀκολουθεῖν τῷ Χριστῷ· τουτέστι, πάντα τὰ παρ' αὐτοῦ κελευόμενα ποιεῖν, πρὸς σφαγὰς εἶναι ἕτοιμον, καὶ θάνατον καθημερινόν. Εἴ τις γὰρ θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὥστε τοῦ ῥῖψαι τὰ χρήματα πολλῷ μεῖζον τοῦτο τὸ ἐπίταγμα, τὸ καὶ αὐτὸ τὸ αἷμα ἐκχεῖν· οὐ μικρὸν δὲ εἰς τοῦτο τὸ χρημάτων ἀπηλλάχθαι συμβάλλεται. Ἀκούσας δὲ ὁ νεανίσκος, ἀπῆλθε λυπούμενος. Εἶτα, ὥσπερ δεικνὺς ὁ εὐαγγελιστὴς, ὅτι οὐκ ἀπεικός τι πέπονθε, φησίν· Ἦν γὰρ ἔχων χρήματα πολλά. Οὐ γὰρ ὁμοίως κατέχονται οἱ τὰ ὀλίγα ἔχοντες, καὶ οἱ πολλῇ βαπτισθέντες περιουσίᾳ· τυραννικώτερος γὰρ τότε ὁ ἔρως γίνεται. Ὅπερ ἀεὶ λέγων οὐ παύομαι, ὅτι ἡ προσθήκη τῶν ἐπεισιόντων μείζονα ἀνάπτει τὴν φλόγα, καὶ πενεστέρους ἐργάζεται τοὺς κτωμένους, εἴ γε ἐν πλείονι καθίστησιν αὐτοὺς ἐπιθυμίᾳ, καὶ μᾶλλον αἰσθάνεσθαι τῆς ἐνδείας ποιεῖ. Σκόπει γοῦν καὶ ἐνταῦθα οἵαν ἐπεδείξατο τὴν ἰσχὺν τὸ πάθος. Τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα καὶ προθυμίας, ἐπειδὴ ἐκέλευσεν ὁ Χριστὸς ῥῖψαι τὰ χρήματα, οὕτω κατέχωσε καὶ ἐβάρησεν, ὡς μηδὲ ἀποκρίνασθαι περὶ τούτων ἀφεῖναι, ἀλλὰ σιγήσαντα καὶ κατηφῆ καὶ στυγνὸν γενόμενον ἀπελθεῖν. Τί οὖν ὁ Χριστός; Πῶς δυσκόλως οἱ πλούσιοι εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! οὐ τὰ χρήματα διαβάλλων, ἀλλὰ τοὺς κατεχομένους ὑπ' αὐτῶν. Εἰ δὲ πλούσιος δυσκόλως, πολλῷ μᾶλλον ὁ πλεονέκτης. Εἰ γὰρ τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ, πρὸς βασιλείαν ἐμπόδιον, τὸ καὶ τὰ ἑτέρων λαβεῖν ἐννόησον πόσον σωρεύει τὸ πῦρ. Τί δήποτε δὲ τοῖς μαθηταῖς ἔλεγεν, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται, πένησιν οὖσι καὶ οὐδὲν κεκτημένοις; Παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τὴν πενίαν, καὶ ὡσανεὶ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τοῦ μηδὲν ἐπιτρέψαι ἔχειν. Εἰπὼν δὲ δύσκολον, προϊὼν δείκνυσιν ὅτι καὶ ἀδύνατον, καὶ οὐχ ἁπλῶς ἀδύνατον, ἀλλὰ καὶ μετ' ἐπιτάσεως ἀδύνατον· καὶ τοῦτο ἐκ τοῦ παραδείγματος ἐδήλωσε, τοῦ κατὰ τὴν κάμηλον καὶ τὴν βελόνην. Εὐκοπώτερον, φησὶ, κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅθεν δείκνυται ὅτι οὐχ ὁ τυ 58.606 χὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν. ∆ιὸ καὶ Θεοῦ ἔργον ἔφησεν εἶναι αὐτὸ, ἵνα δείξῃ, ὅτι πολλῆς δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν. Τῶν γοῦν μαθητῶν ταραχθέντων ἔλεγε· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατον, παρὰ δὲ Θεῷ πάντα δυνατά. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ταράττονται, πένητες ὄντες, καὶ σφόδρα πένητες; τίνος οὖν ἕνεκεν θορυβοῦνται; Ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ἀλγοῦντες, καὶ πολλὴν πρὸς ἅπαντας φιλοστοργίαν ἔχοντες, καὶ τὰ τῶν διδασκάλων ἤδη σπλάγχνα ἀναλαβόντες. Οὕτω γοῦν ἔτρεμον καὶ ἐδεδοίκεισαν ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἀπὸ τῆς ἀποφάσεως ταύτης, ὥστε πολλῆς δεηθῆναι τῆς παρακλήσεως. ∆ιὰ τοῦτο πρότερον ἐμβλέψας αὐτοῖς εἶπε· Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ. Ἡμέρῳ γὰρ ὄμματι καὶ πράῳ φρίττουσαν αὐτῶν τὴν διάνοιαν παραμυθησάμενος, καὶ τὴν ἀγωνίαν καταλύσας (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, ἐμβλέψας), τότε καὶ διὰ τῶν ῥημάτων αὐτοὺς ἀνίησι, τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, καὶ οὕτω ποιήσας θαῤῥεῖν. Εἰ δὲ βούλει καὶ τὸν τρόπον μαθεῖν, καὶ πῶς ἂν τὸ ἀδύνατον γένοιτο δυνατὸν, ἄκουε. Οὐδὲ γὰρ διὰ τοῦτο εἶπε, Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ, ἵνα ἀναπέσῃς, καὶ ὡς ἀδυνάτων ἀπόσχῃ· ἀλλ' ἵνα τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσας, ἐπιπηδήσῃς ῥᾳδίως, καὶ τὸν Θεὸν παρακαλέσας συνεφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, τῆς ζωῆς ἐπιτύχῃς. γʹ. Πῶς οὖν ἂν γένοιτο τοῦτο δυνατόν; Ἂν ῥίψῃς τὰ ὄντα, ἂν