399
ἀπολελαυκότας, φασίν· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα; Καὶ ταῦτα μηδὲν μέλλοντες ζημιοῦσθαι, μηδὲ εἰς τὸν ἑαυτῶν ἐλαττοῦσθαι μισθὸν, ἐδυσχέραινον καὶ ἠγανάκτουν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς· ὃ φθόνου καὶ βασκανίας ἦν. Καὶ τὸ ἔτι πλέον, ὅτι καὶ ὁ οἰκοδεσπότης ὑπὲρ αὐτῶν δικαιολογούμενος, καὶ πρὸς τὸν εἰρηκότα ταῦτα ἀπολογούμενος, πονηρίας αὐτὸν κρίνει καὶ βασκανίας ἐσχάτης, λέγων· Οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε· θέλω δὲ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Εἰ ὁ ὀφθαλμός σου 58.613 πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Τί οὖν ἐστι τὸ κατασκευαζόμενον ἐκ τούτων; Καὶ γὰρ καὶ ἐφ' ἑτέρων παραβολῶν τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν. Καὶ γὰρ ὁ υἱὸς ὁ εὐδόκιμος αὐτὸ τοῦτο εἰσάγεται πεπονθὼς, ὅτε εἶδε τὸν ἄσωτον ἀδελφὸν πολλῆς ἀπολαύσαντα τιμῆς, καὶ πλείονος ἢ αὐτός. Ὥσπερ γὰρ οὗτοι πλείονος ἀπέλαυσαν τῷ πρῶτοι λαβεῖν, οὕτω καὶ ἐκεῖνος μειζόνως τῇ περιουσίᾳ τῶν δεδομένων ἐτιμᾶτο· καὶ ταῦτα αὐτὸς μαρτυρεῖ ὁ εὐδόκιμος. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ ἔστιν οὐδεὶς τοιαῦτα δικαιολογούμενος ἢ ἐγκαλῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἄπαγε· φθόνου γὰρ καὶ βασκανίας τὸ χωρίον ἐκεῖνο καθαρόν. Εἰ γὰρ ἐνταῦθα ὄντες οἱ ἅγιοι καὶ τὰς ψυχὰς ἑαυτῶν ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες ἐκεῖ τούτων ἀπολαύοντας χαίρουσι, καὶ οἰκεῖα νομίζουσιν εἶναι ἀγαθά. Τίνος οὖν ἕνεκεν οὕτως ἐσχημάτισε τὸν λόγον; Παραβολὴ τὸ λεγόμενον ἦν· διόπερ οὐδὲ χρὴ πάντα τὰ ἐν ταῖς παραβολαῖς κατὰ λέξιν περιεργάζεσθαι, ἀλλὰ τὸν σκοπὸν μαθόντας, δι' ὃν συνετέθη, τοῦτον δρέπεσθαι, καὶ μηδὲν πολυπραγμονεῖν περαιτέρω. Τίνος οὖν ἕνεκεν οὕτω συνετέθη αὕτη ἡ παραβολὴ, καὶ τί κατασκευάσαι βούλεται; Προθυμοτέρους ποιῆσαι τοὺς ἐν ἐσχάτῳ γήρᾳ μεταβαλλομένους καὶ γινομένους βελτίονας, μηδὲ ἀφεῖναι νομίζειν ἔλαττον ἔχειν. ∆ιὰ δὴ τοῦτο εἰσάγει καὶ δυσχεραίνοντας ἑτέρους ἐπὶ τοῖς τούτων ἀγαθοῖς, οὐχ ἵνα δείξῃ τηκομένους καὶ δακνομένους ἐκείνους· ἄπαγε· ἀλλ' ἵνα διδάξῃ τούτους τοσαύτης ἀπολαύσαντας τιμῆς, ἣ καὶ φθόνον ἑτέροις τεκεῖν ἠδύνατο. Ὃ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν λέγοντες, ὅτι Ὁ δεῖνά μοι ἐνεκάλεσεν, ὅτι σε τοσαύτης ἠξίωσα τιμῆς· οὔτε ἐγκληθέντες, οὔτε ἐκεῖνον διαβαλεῖν θέλοντες, ἀλλὰ τούτῳ δεῖξαι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσεν. Ἀλλὰ τί δήποτε οὐ πάντας εὐθέως ἐμισθώσατο; Τὸ εἰς αὐτὸν ἧκον, ἅπαντας· εἰ δὲ οὐχ ὁμοῦ πάντες ὑπήκουσαν, τὴν διαφορὰν ἡ τῶν κληθέντων γνώμη πεποίηκε. ∆ιὰ τοῦτο οἱ μὲν πρωῒ, οἱ δὲ τρίτῃ, οἱ δὲ ἕκτῃ, οἱ δὲ ἐνάτῃ ὥρᾳ καλοῦνται, οἱ δὲ ἑνδεκάτῃ, ὅτε ἔμελλον ὑπακούσεσθαι. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου. Πότε δὲ εὐδόκησεν; Ὅτε ἔμελλεν ὑπακούσεσθαι. Αὐτὸς μὲν γὰρ ἐβούλετο, καὶ ἐκ προοιμίων· ἐπειδὴ δὲ αὐτὸς οὐκ ἂν εἶξε, τότε εὐδόκησεν, ὅτε καὶ αὐτὸς ἔμελλε πείθεσθαι. Οὕτω καὶ τὸν λῃστὴν ἐκάλεσε, καίτοι δυνάμενος καὶ ἔμπροσθεν αὐτὸν καλέσαι· ἀλλ' ἐκεῖνος οὐκ ἂν ὑπήκουσεν. Εἰ γὰρ ὁ Παῦλος ἐξ ἀρχῆς οὐκ ἂν ὑπήκουσε, πολλῷ μᾶλλον ὁ λῃστής. Εἰ δὲ οὗτοι λέγουσιν, Οὐδεὶς ἡμᾶς ἐμισθώσατο· μάλιστα μὲν, ὅπερ ἔφην, οὐ χρὴ πάντα περιεργάζεσθαι τὰ ἐν ταῖς παραβολαῖς· ἐνταῦθα δὲ οὐδὲ ὁ οἰκοδεσπότης φαίνεται τοῦτο λέγων, ἀλλ' ἐκεῖνοι· αὐτὸς δὲ αὐτοὺς οὐκ ἐλέγχει, ἵνα μὴ διαπορήσῃ, ἀλλ' ἐπισπάσηται. Ὅτι γὰρ πάντας, τό γε εἰς αὐτὸν ἧκον, ἐκ πρώτης ἐκάλει, ἐδήλωσε καὶ ἡ παραβολὴ λέγουσα, ὅτι ἀπὸ πρωῒ ἐξῆλθε μισθώσασθαι. δʹ. Πάντοθεν οὖν δῆλον ἡμῖν, ὅτι πρὸς τοὺς ἐκ πρώτης ἡλικίας, καὶ τοὺς ἐν γήρᾳ καὶ βράδιον ἀρετῆς ἐπειλημμένους εἴρηται ἡ παραβολή· πρὸς ἐκείνους μὲν, ἵνα μὴ ἀπονοῶνται, μηδὲ ὀνειδίζωσι τοῖς περὶ τὴν ἑνδεκάτην· πρὸς τούτους δὲ, ἵνα μάθωσιν, ὅτι ἔστι καὶ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι. Ἐπειδὴ γὰρ περὶ σφοδρότητος διελέγετο, καὶ τοῦ χρήματα ῥῖψαι, καὶ κατα 58.614 φρονῆσαι τῶν ὄντων ἁπάντων, πολλοῦ δὲ τοῦτο ἐδεῖτο τοῦ τόνου καὶ νεανικῆς προθυμίας, ἀνάπτων ἐν αὐτοῖς φλόγα ἀγάπης, καὶ εὔτονον ποιῶν τὴν γνώμην, δείκνυσιν ὅτι δυνατὸν καὶ ὕστερον ἐλθόντας τῆς πάσης