409
λύπαις καὶ ἐν ὀδυρμοῖς· διὰ τοῦτο ἐν πόνῳ καὶ ἐν ἱδρῶτι καὶ ἐν ἐργασίᾳ διηνεκεῖ καὶ τεταλαιπωρημένῃ. Καὶ γὰρ ἐξ ἀπονοίας ἥμαρτεν ὁ πρῶτος ἄνθρωπος, προσδοκήσας ἰσοθεΐαν. ∆ιὰ τοῦτο οὔτε ἅπερ εἶχεν ἔμεινεν ἔχων, ἀλλὰ καὶ τούτων ἐξέπεσε. Τοιοῦτον γὰρ ἡ ἀπόνοια· οὐ μόνον οὐδὲν ἡμῖν προστίθησι κατόρθωμα βίου, ἀλλὰ καὶ ἃ ἔχομεν ὑποτέμνεται· ὥσπερ οὖν ἡ ταπεινοφροσύνη οὐ μόνον τῶν ὄντων οὐδὲν ὑποτέμνεται, ἀλλὰ καὶ τὰ μὴ ὄντα προστίθησι. Ταύτην τοίνυν ζηλώσωμεν, ταύτην διώξωμεν, ἵνα καὶ τῆς παρούσης ἀπολαύσωμεν τιμῆς, καὶ τῆς μελλούσης ἐπιτύχωμεν δόξης, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.625 ΟΜΙΛΙΑ ΞSʹ. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθη σαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ δύο τυ φλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραζον λέγοντες· Ἐλέησον
ἡμᾶς, Κύριε, υἱὸς ∆αυΐδ. αʹ. Ὅρα πόθεν παρῆλθεν εἰς τὰ Ἱεροσόλυμα, καὶ ποῦ πρὸ τούτου διέτριβεν· ὃ
καὶ μάλιστα ζητήσεως ἄξιον εἶναί μοι δοκεῖ, διατί μὴ καὶ πρώην ἐκεῖθεν ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, ἀλλὰ διὰ τῆς Σαμαρείας. Ἀλλὰ τοῦτο μὲν τοῖς φιλομαθέσιν ἀφήσομεν. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι, εὑρήσει τὸν Ἰωάννην αἰνιξάμενον αὐτὸ καλῶς, καὶ τὴν αἰτίαν τεθεικότα. Ἡμεῖς δὲ τῶν προκειμένων ἐχώμεθα, καὶ τῶν τυφλῶν τούτων ἀκούσωμεν, οἳ πολλῶν βλεπόντων ἦσαν ἀμείνους. Οὔτε γὰρ τὸν ὁδηγοῦντα ἔχοντες, οὔτε ἰδεῖν αὐτὸν δυνάμενοι ἐπιστάντα, ὅμως ἐφιλονείκουν ἐλθεῖν πρὸς αὐτὸν, καὶ μεγάλῃ ἤρξαντο φωνῇ κράζειν, καὶ ἐπιστομισθέντες μᾶλλον ἐβόων. Τοιοῦτον γὰρ ψυχὴ καρτερική· δι' αὐτῶν τῶν κωλυόντων αἴρεται. Ὁ δὲ Χριστὸς εἴα αὐτοὺς ἐπιστομίζεσθαι, ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται, καὶ μάθῃς ἀξίως αὐτοὺς ἀπολαύοντας τῆς θεραπείας. ∆ιὰ τοῦτο οὐδὲ ἐρωτᾷ, Πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ποιεῖ· ἡ γὰρ κραυγὴ καὶ ἡ πρόσοδος ἤρκει πᾶσι κατάδηλον ποιῆσαι τὴν πίστιν αὐτῶν. Ἐντεῦθεν μάνθανε, ἀγαπητὲ, ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν καὶ ἀπεῤῥιμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ, καὶ δι' ἡμῶν αὐτῶν δυνησόμεθα ἀνύειν ὅπερ ἂν αἰτῶμεν. Ὅρα γοῦν καὶ οὗτοι πῶς οὐδένα τῶν ἀποστόλων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας, ἴσχυσαν ὑπερβῆναι τὰ κωλύματα, καὶ πρὸς αὐτὸν ἐλθεῖν τὸν Ἰησοῦν. Καίτοι παῤῥησίαν βίου οὐδεμίαν αὐτοῖς μαρτυρεῖ ὁ εὐαγγελιστὴς, ἀλλ' ἤρκεσεν ἀντὶ πάντων αὐτοῖς ἡ προ 58.626 θυμία. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν ἀναβάλληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ ἀπάγοντες, μὴ ἀποστῶμεν αἰτοῦντες. Ταύτῃ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασόμεθα. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς τὴν σφοδρὰν αὐτῶν προθυμίαν οὐχ ἡ πενία, οὐχ ἡ πήρωσις, οὐ τὸ μὴ ἀκουσθῆναι, οὐ τὸ παρὰ τῶν ὄχλων ἐπιτιμηθῆναι, οὐκ ἄλλο οὐδὲν διεκώλυσε. Τοιοῦτόν ἐστι ψυχὴ ζέουσα καὶ πονουμένη. Τί οὖν ὁ Χριστός; Ἐφώνησεν αὐτοὺς καὶ εἶπε· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιγῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Τίνος ἕνεκεν αὐτοὺς ἐρωτᾷ; Ἵνα μή τις νομίσῃ, ὅτι ἄλλα βουλομένοις λαβεῖν ἄλλα δίδωσι. Καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ πρότερον τὴν ἀρετὴν τῶν θεραπευομένων κατάδηλον ποιεῖν καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε ἐπάγειν τὴν ἰατρείαν· δι' ἓν μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δι' ἕτερον δὲ, ἵνα δείξῃ τῆς δωρεᾶς ἀξίως ἀπολαύοντας. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς Χαναναίας ἐποίησε γυναικὸς, τοῦτο καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, τοῦτο καὶ ἐπὶ τῆς αἱμοῤῥοούσης· μᾶλλον δὲ ἡ θαυμασία γυνὴ ἐκείνη καὶ προὔλαβε τοῦ ∆εσπότου τὴν πεῦσιν· ἀλλ'