413
προσιοῦσι καθ' ἑκάστην ἡμέραν· καὶ οὐδὲν αὐτῇ τὰ τῆς οὐσίας ἠλάττωται. Ὥστε εἰ δέκα ἄνδρες μόνον οὕτως ἠθέλησαν ἀναλίσκειν, οὐδεὶς ἂν ἦν πένης. δʹ. Καὶ τί ἔμελλον, φησὶν, οἱ παῖδες ἡμῶν διαδέχεσθαι; Τὸ κεφάλαιον ἔμενε, καὶ ἡ πρόσοδος πάλιν πλείων ἐγίνετο, ἐν οὐρανῷ θησαυριζομένων αὐτοῖς τῶν κτημάτων. Ἀλλ' οὐ βούλεσθε οὕτω; Κἂν ἐξ ἡμισείας, κἂν ἀπὸ τρίτης μοίρας, κἂν ἀπὸ τετάρτης, κἂν ἀπὸ δεκάτης. ∆ιὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν δέκα πόλεων πένητας δυνατὸν ἦν θρέψαι τὴν πόλιν τὴν ἡμετέραν. Καὶ εἰ βούλεσθε, ποιήσωμέν τινα τούτων συλλογισμόν· μᾶλλον δὲ οὐδὲ συλλογισμοῦ χρεία· καὶ γὰρ αὐτόθεν κατάδηλός ἐστιν ἡ εὐκολία τοῦ πράγματος. Ὁρᾶτε γοῦν εἰς τὰς λειτουργίας τὰς πολιτικὰς, ὅσα οἰκία μία ἀναλίσκουσα πολλάκις οὐκ ὤκνησεν, ἀλλ' οὐδὲ μικρὸν ᾔσθετο τῆς δαπάνης· ἢν εἰ τῶν πλουσίων ἕκαστος εἰς τοὺς πένητας λειτουργεῖν λειτουργίαν ἐβούλετο, ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἥρπασεν ἂν τὸν οὐρανόν. Τίς οὖν ἂν εἴη συγγνώμη, ποία ἀπολογίας σκιὰ, ὅταν μηδὲ ὧν ἀφίστασθαι μέλλομεν πάντως ἀπαγόμενοι ἐντεῦθεν, μηδὲ τούτων μεταδιδῶμεν τοῖς δεομένοις μετὰ δαψιλείας τοσαύτης, μεθ' ὅσης τοῖς ἐπὶ τῆς σκηνῆς ἕτεροι, καὶ ταῦτα τοσαῦτα μέλλοντες καρποῦσθαι ἐκ τούτων; Ἔδει μὲν γὰρ, εἰ καὶ διαπαντὸς ἐνταῦθα ἦμεν, μηδὲ οὕτω φείδεσθαι τῆς καλῆς ταύτης δαπάνης ὅταν δὲ μικρὸν ὕστερον ἐντεῦθεν ἀπαγώμεθα, καὶ πάντων ἀφελκώμεθα γυμνοὶ, ποίαν ἕξομεν ἀπολογίαν, μηδὲ ἀπὸ τῶν προσόδων παρέχοντες τοῖς λιμώτ 58.631 τουσι καὶ ἀγχομένοις; Οὐδὲ γὰρ ἀναγκάζω σε τὰ ὄντα μειῶσαι· οὐκ ἐπειδὴ μὴ βούλομαι, ἀλλ' ἐπειδὴ σφόδρα ὀκνοῦντα ὁρῶ. Οὐ τοίνυν τοῦτό φημι· ἀλλ' ἀπὸ τῶν καρπῶν ἀνάλωσον, καὶ μηδὲν θησαυρίσῃς ἐντεῦθεν. Ἀρκεῖ σοι ὥσπερ ἐκ πηγῆς ἔχειν ἐπιῤῥέοντα τὰ χρήματα τῶν προσόδων· ποίησον κοινωνοὺς τοὺς πένητας, καὶ γενοῦ καλὸς οἰκονόμος τῶν παρὰ τοῦ Θεοῦ σοι δοθέντων. Ἀλλὰ τελέσματα δίδωμι, φησί. ∆ιὰ τοῦτο οὖν καταφρονεῖς, ὅτι ἐνταῦθα οὐδεὶς ἀπαιτεῖ; κἀκείνῳ μὲν τῷ, κἂν ἐνέγκῃ, κἂν μὴ ἐνέγκῃ ἡ γῆ, λαμβάνοντι μετὰ ἀνάγκης καὶ στρεβλοῦντι οὐ τολμᾷς ἀντειπεῖν· τῷ δὲ οὕτως ἡμέρῳ, καὶ τότε ἀπαιτοῦντι, ὅταν ἐνέγκῃ ἡ γῆ, οὐδὲ μέχρι λόγου ἀποκρίνῃ; Καὶ τίς σε ἐξαιρήσεται τῶν ἀκαρτερήτων ἐκείνων κολάσεων; Οὐκ ἔστιν οὐδείς. Εἰ γὰρ ἐπειδὴ ἐκεῖ πάντως ἕψεται τιμωρία χαλεπωτάτη μὴ δόντι, διὰ τοῦτο γίνῃ σπουδαῖος περὶ τὴν ἔκτισιν, ἐννόησον ὅτι καὶ ἐνταῦθα χαλεπωτέρα· οὐ τὸ δεθῆναι, οὐδὲ τὸ εἰς δεσμωτήριον ἐμπεσεῖν, ἀλλὰ τὸ ἀπελθεῖν εἰς τὸ πῦρ τὸ αἰώνιον. Πάντων οὖν ἕνεκεν ταῦτα πρῶτον καταθῶμεν τὰ τελέσματα. Καὶ γὰρ πολλὴ ἡ εὐκολία, καὶ μείζων ὁ μισθὸς, καὶ πλείων ἡ ἐμπορία, καὶ χείρων ἡ κόλασις ἀγνωμονοῦσιν ἡμῖν. Κόλασις γὰρ διαδέχεται τέλος οὐκ ἔχουσα. Εἰ δὲ τοὺς στρατιώτας μοι λέγεις τοὺς ὑπὲρ σοῦ πολεμοῦντας βαρβάροις, ἔστι καὶ ἐνταῦθα στρατόπεδον, τὸ τῶν πτωχῶν, καὶ πόλεμος, ὃν ὑπὲρ σοῦ πολεμοῦσιν οἱ πένητες. Ὅταν γὰρ λάβωσιν, εὐχόμενοι τὸν Θεὸν ἵλεω ποιοῦσιν· ἵλεω δὲ ποιοῦντες, ἀποκρούονται ἀντὶ βαρβάρων τὰς τῶν δαιμόνων ἐπιβουλάς· οὐκ ἀφιᾶσι σφοδρὸν εἶναι τὸν πονηρὸν, οὐδὲ ἐπιτίθεσθαι συνεχῶς, ἀλλ' ἐκλύουσιν αὐτοῦ τὴν ἰσχύν. εʹ. Ὁρῶν τοίνυν τοὺς στρατιώτας τούτους καθ' ἑκάστην ἡμέραν πυκτεύοντας ὑπὲρ σοῦ τῷ διαβόλῳ διὰ τῶν δεήσεων καὶ τῶν εὐχῶν, ἀπαίτησον σαυτὸν τὴν καλὴν ταύτην εἰσφορὰν, τὰς ἐκείνων τροφάς. Καὶ γὰρ ἥμερος ὢν ὁ Βασιλεὺς οὗτος, οὐκ ἔδωκέ σοι τοὺς ἀπαιτοῦντας, ἀλλ' ἑκόντα βούλεται καταθεῖναι· κἂν κατὰ μικρὸν καταβάλῃς, δέχεται· κἂν ἀπορῶν διὰ πολλοῦ χρόνου καταθῇς, οὐ κατεπείγει τὸν οὐκ ἔχοντα. Μὴ δὴ τῆς μακροθυμίας αὐτοῦ καταφρονῶμεν, ἀλλὰ θησαυρίζωμεν ἑαυτοῖς μὴ ὀργὴν, ἀλλὰ σωτηρίαν· μὴ θάνατον, ἀλλὰ ζωήν· μὴ κόλασιν καὶ τιμωρίαν, ἀλλὰ τιμὰς καὶ στεφάνους. Οὐκ ἔστιν ἐνταῦθα δοῦναι μισθὸν τῆς μετακομιδῆς τῶν εἰσφερομένων, οὐκ ἔστιν ἐνταῦθα καμεῖν ἐξαργυρίζοντας. Ἂν καταβάλῃς αὐτὰ, αὐτὸς αὐτὰ μετατίθησιν εἰς τὸν οὐρανὸν ὁ ∆εσπότης· αὐτός σοι τὴν πραγματείαν κατασκευάζει κερδαλεωτέραν. Οὐκ ἔστιν ἐνταῦθα παράπομπον εὑρεῖν τῶν καταβληθέντων· 58.632