416
Ἀπέστειλα ὑμᾶς θερίζειν ἃ οὐχ ὑμεῖς κεκοπιάκατε. βʹ. Οὐκ ἄρα τούτων τι αἰνίττεται ἐνταῦθα, ἀλλ' ὅπερ ἔφην ἐστὶ, τὴν δύναμιν ἐπιδείκνυται τὴν τιμωρητικήν· καὶ τοῦτο ἐκ τοῦ λέγειν, Οὔπω γὰρ ἦν καιρὸς, δείκνυσι· δηλῶν ὅτι προηγουμένως εἰς τοῦτο ἦλθεν, οὐ διὰ τὴν πείνην, ἀλλὰ διὰ τοὺς μαθητὰς, οἳ καὶ σφόδρα ἐθαύμασαν, καίτοι πολλῶν ἤδη σημείων γενομένων μειζόνων· ἀλλ' ὅπερ ἔφην, ξένον τοῦτο ἦν· νῦν γὰρ πρῶτον τὴν τιμωρητικὴν ἐπεδείξατο δύναμιν. ∆ιὸ οὐδὲ ἐν ἄλλῳ φυτῷ, ἀλλ' ἐν τῷ πάντων ὑγροτάτῳ τὸ θαῦμα ἐποίησεν, ὥστε κἀντεῦθεν μεῖζον φανῆναι τὸ θαῦμα. Καὶ ἵνα μάθῃς, ὅτι δι' αὐτοὺς τοῦτο γέγονεν, ἵνα εἰς τὸ θαῤῥεῖν αὐτοὺς ἀλείψῃ, ἄκουε τῶν ἑξῆς ὧν λέγει. Τί δέ φησιν; Καὶ ὑμεῖς μείζονα ἐργάσεσθε, ἐὰν θέλητε πιστεύειν, καὶ εὐχῇ θαῤῥεῖν. Ὁρᾷς ὅτι τὸ πᾶν δι' αὐτοὺς γέγονεν, ὥστε μὴ δεδοικέναι καὶ τρέμειν ἐπιβουλάς; ∆ιὸ καὶ δεύτερον τοῦτο λέγει, εὐχῇ προσηλῶν καὶ πίστει. Οὐ γὰρ δὴ τοῦτο ἐργάσεσθε μόνον, φησὶν, ἀλλὰ καὶ ὄρη μεταστήσετε, καὶ ἕτερα πλείονα ποιήσετε, πίστει καὶ εὐχῇ θαῤῥοῦντες. Ἀλλ' οἱ ἀλαζόνες Ἰουδαῖοι καὶ τετυφωμένοι, διακόψαι βουλόμενοι τὴν διδασκαλίαν αὐτοῦ, προσελθόντες ἠρώτων· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἐπειδὴ γὰρ τοῖς σημείοις ἐπισκῆψαι οὐκ εἶχον, τὴν τῶν καπηλευόντων ἐν τῷ ἱερῷ προφέρουσιν αὐτῷ διόρθωσιν. Τοῦτο δὲ καὶ παρὰ τῷ Ἰωάννῃ φαίνονται ἐρωτῶντες, εἰ καὶ μὴ τούτοις τοῖς ῥήμασιν, ἀλλὰ τῇ αὐτῇ γνώμῃ. Καὶ γὰρ ἐκεῖ λέγουσι· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Ἀλλ' ἐκεῖ μὲν ἀποκρίνεται αὐτοῖς λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ἐνταῦθα δὲ εἰς ἀπορίαν αὐτοὺς ἐμβάλλει. Ὅθεν δῆλον, ὅτι τότε μὲν ἀρχὴ καὶ προοίμιον ἦν τῶν θαυμάτων, ἐνταῦθα δὲ τέλος. Ὃ δὲ λέγουσι, τοῦτό ἐστι· Τὸν διδασκαλικὸν ἐδέξω θρόνον; ἱερεὺς ἐχειροτονήθης, ὅτι τοσαύτην ἐξουσίαν ἐπεδείξω; φησί. Καὶ μὴν οὐδὲν ἐποίησεν αὐθάδειαν ἔχον, ἀλλὰ τῆς εὐταξίας προενόησε τοῦ ἱεροῦ· ἀλλ' ὅμως οὐδὲν ἔχοντες εἰπεῖν, τούτῳ ἐπισκήπτουσι. Καὶ ὅτε μὲν ἐξέβαλεν, οὐκ ἐτόλμησαν εἰπεῖν οὐδὲν, διὰ τὰ θαύματα· ἐπειδὴ δὲ ὤφθη, τότε ἐπιτιμῶσι. Τί οὖν αὐτός; Οὐκ ἐξ εὐθείας αὐτοῖς ἀποκρίνεται, δεικνὺς ὅτι εἰ ἤθελον ἰδεῖν αὐτοῦ τὴν ἐξουσίαν, ἠδύναντο· ἀλλ' ἀντερωτᾷ αὐτοὺς λέγων· Τὸ βάπτισμα Ἰωάννου πόθεν ἐστίν; ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Καὶ ποία αὕτη ἀκολουθία; Μεγίστη μὲν οὖν. Εἰ γὰρ εἶπον, Ἐξ οὐρανοῦ, εἶπεν ἂν αὐτοῖς· ∆ιατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Εἰ γὰρ ἐπίστευσαν, οὐκ ἂν ἠρώτησαν ταῦτα. Περὶ γὰρ αὐτοῦ ἐκεῖνος εἶπεν, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· καὶ, Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό 58.635 σμου· καὶ, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ, Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ, ὅτι Τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. Ὥστε εἰ ἐπίστευσαν ἐκείνῳ, οὐδὲν ἦν τὸ κωλύον αὐτοὺς εἰδέναι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖ. Εἶτα ἐπειδὴ κακουργοῦντες ἔλεγον, Οὐκ ἴσμεν, οὐκ εἶπεν, Οὐδὲ ἐγὼ οὐκ οἶδα· ἀλλὰ τί; Οὐδὲ ἐγὼ λέγω ὑμῖν. Εἰ μὲν γὰρ ἠγνόουν, διδάσκεσθαι αὐτοὺς ἔδει· ἐπειδὴ δὲ ἐκακούργουν, εἰκότως οὐδὲν αὐτοῖς ἀποκρίνεται. Καὶ πῶς οὐκ εἶπον, ὅτι Ἐξ ἀνθρώπων τὸ βάπτισμα; Ἐφοβοῦντο τοὺς ὄχλους, φησίν. Εἶδες διεστραμμένην καρδίαν; Πανταχοῦ τοῦ Θεοῦ καταφρονοῦσι, καὶ διὰ τοὺς ἀνθρώπους ἅπαντα πράττουσι. Καὶ γὰρ καὶ τοῦτον δι' αὐτοὺς ἐφοβοῦντο, οὐκ αἰδούμενοι τὸν ἄνδρα, ἀλλὰ διὰ τοὺς ἀνθρώπους· καὶ τῷ Χριστῷ πιστεύειν διὰ τοὺς ἀνθρώπους οὐκ ἤθελον· καὶ πάντα ἐντεῦθεν αὐτοῖς ἐτίκτετο τὰ κακά. Εἶτά φησι· Τί ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχε υἱοὺς δύο, καὶ λέγει τῷ πρώτῳ· Ὕπαγε, σήμερον ἐργάζου εἰς τὸν ἀμπελῶνα. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ δευτέρῳ, εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγὼ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς οὖν ἐκ τῶν δύο ἐποίησε τοῦ πατρὸς τὸ θέλημα; Λέγουσιν, Ὁ πρῶτος. Πάλιν διὰ παραβολῶν αὐτοὺς ἐλέγχει, τήν τε αὐτῶν ἀγνωμοσύνην, καὶ τὸ τῶν σφόδρα κατεγνωσμένων καταπειθὲς αἰνιττόμενος. Τὰ γὰρ τέκνα ταῦτα τὰ δύο τοῦτο δηλοῖ, ὃ καὶ ἐπὶ τῶν