417
ἐθνῶν καὶ ἐπὶ Ἰουδαίων γέγονε. Καὶ γὰρ ἐκεῖνοι οὐχ ὑποσχόμενοι ἀκούσεσθαι, οὐδὲ γενόμενοι ἀκροαταὶ τοῦ νόμου, διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν ὑπακοήν· καὶ οὗτοι εἰπόντες, Πάντα ὅσα ἂν εἴπῃ ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα, διὰ τῶν ἔργων παρήκουσαν. ∆ιά τοι τοῦτο ἵνα μὴ νομίσωσι τὸν νόμον αὐτοὺς ὠφελεῖν, δείκνυσιν ὅτι αὐτὸ μὲν οὖν τοῦτο αὐτοὺς καταδικάζει· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν, ὅτι Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. ∆ιὰ τοῦτο ἵνα καὶ αὐτοκατακρίτους ποιήσῃ παρ' αὐτῶν ἐξενεχθῆναι παρασκευάζει τὴν ψῆφον· ὅπερ καὶ ἐν τῇ ἐπιούσῃ παραβολῇ ποιεῖ τοῦ ἀμπελῶνος. γʹ. Καὶ ἵνα τοῦτο γένηται, ἐπ' ἄλλου προσώπου γυμνάζει τὸ ἔγκλημα. Ἐπειδὴ γὰρ ἐξ εὐθείας οὐκ ἠθέλησαν ὁμολογῆσαι, διὰ παραβολῆς αὐτοὺς ἐμβάλλει λοιπὸν εἰς ὅπερ ἐβούλετο. Ὅτε δὲ οὐ συνιέντες τὰ λεγόμενα τὴν ψῆφον ἐξήνεγκαν, τότε ἀποκαλύπτει τὸ συνεσκιασμένον λοιπὸν, καὶ λέγει· Ὅτι τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἦλθε γὰρ ὁ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς, Πόρναι προάγουσιν ὑμᾶς, ἔδοξεν ἂν φορτικὸς εἶναι αὐτοῖς ὁ λόγος· νυνὶ δὲ, μετὰ τὴν αὐτῶν ψῆφον ἀποφαινόμενος, ἀνεπαχθὴς εἶναι δοκεῖ. ∆ιὰ τοῦτο καὶ τὴν αἰτίαν προστίθησι. Τίς δὲ ἦν αὕτη; Ἦλθεν Ἰωάννης, φησὶ, πρὸς ὑμᾶς, οὐ πρὸς ἐκείνους· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ Ἐν ὁδῷ δικαιοσύνης. Οὐδὲ γὰρ τοῦτο ἔχετε ἐγκαλεῖν, 58.636 ὅτι ἠμελημένος τις ἦν, καὶ οὐδὲν ὠφελῶν· ἀλλὰ καὶ ὁ βίος ἀνεπίληπτος, καὶ ἡ πρόνοια πολλὴ, καὶ οὐ προσέσχετε αὐτῷ. Καὶ μετὰ τούτου καὶ ἕτερον ἔγκλημα, ὅτι τελῶναι προσέσχον· καὶ μετὰ τούτου πάλιν ἄλλο, ὅτι οὐδὲ μετ' ἐκείνους ὑμεῖς. Ἔδει μὲν γὰρ καὶ πρὸ αὐτῶν· τὸ δὲ μηδὲ μετ' αὐτοὺς, πάσης συγγνώμης ἐστερημένον ἦν· καὶ ἄφατος κἀκείνων ἔπαινος, καὶ τούτων κατηγορία. Πρὸς ὑμᾶς ἦλθε, καὶ οὐ προσήκασθε· οὐκ ἦλθε πρὸς ἐκείνους, καὶ ἐδέξαντο· καὶ οὐδὲ ἐκείνους ἔσχετε διδασκάλους. Ὅρα διὰ πόσων ἐκείνων δείκνυται τὸ ἐγκώμιον, καὶ τούτων ἡ κατηγορία. Πρὸς ὑμᾶς ἦλθεν, οὐ πρὸς ἐκείνους. Ὑμεῖς οὐκ ἐπιστεύσατε· τοῦτο ἐκείνους οὐκ ἐσκανδάλισεν. Αὐτοὶ ἐπίστευσαν· τοῦτο ὑμᾶς οὐκ ὠφέλησε. Τὸ δὲ, Προάγουσιν, οὐχ ὡς τούτων ἑπομένων, ἀλλ' ὡς ἐλπίδα ἐχόντων, ἐὰν ἐθέλωσιν. Οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους. ∆ιὰ τοῦτο ἀεὶ λέγει· Οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. ∆ιὰ τοῦτο καὶ πόρνας παρήγαγε καὶ τελώνας, ἵνα παραζηλώσωσι. Καὶ γὰρ τὰ δύο ταῦτα ἄκρα ἁμαρτήματα, ἐξ ἔρωτος χαλεποῦ τικτόμενα, τὸ μὲν ἀπὸ σωμάτων, τὸ δὲ ἀπὸ χρημάτων ἐπιθυμίας. ∆είκνυσι δὲ, ὅτι τοῦτο μάλιστά ἐστιν ἀκοῦσαι νόμου Θεοῦ, τὸ Ἰωάννῃ πιστεῦσαι. Οὐκ ἄρα χάριτος μόνης τὸ εἰσελθεῖν πόρνας, ἀλλὰ καὶ δικαιοσύνης. Οὐ γὰρ πόρναι μένουσαι εἰσῆλθον, ἀλλ' ὑπακούσασαι καὶ πιστεύσασαι καὶ καθαρισθεῖσαι καὶ μεταβαλόμεναι, οὕτως εἰσῆλθον. Εἶδες πῶς ἀνεπαχθῆ τὸν λόγον ἐποίησε καὶ τομώτερον, ἀπὸ τῆς παραβολῆς, ἀπὸ τῆς τῶν πορνῶν ἐπαγωγῆς; Οὐδὲ γὰρ εἶπεν εὐθέως, ∆ιατί οὐκ ἐπιστεύσατε Ἰωάννῃ; ἀλλ', ὃ πολλῷ πληκτικώτερον ἦν, τοὺς τελώνας καὶ τὰς πόρνας προθεὶς, τότε τοῦτο ἐπήγαγεν, ἀπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας διελέγχων αὐτῶν τὸ ἀσύγγνωστον, καὶ δεικνὺς, ὅτι διὰ φόβον ἀνθρώπων πάντα ποιοῦσι καὶ δόξαν κενήν. Καὶ γὰρ τὸν Χριστὸν οὐχ ὡμολόγουν διὰ φόβον, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· καὶ τὸν Ἰωάννην πάλιν οὐκ ἐτόλμων κακίζειν· οὐδὲ τοῦτο δι' εὐλάβειαν, ἀλλὰ διὰ φόβον. Ἅπερ ἅπαντα ἤλεγξε διὰ τῶν εἰρημένων, καὶ χαλεπωτέραν ὕστερον ἐπήγαγε τὴν πληγὴν, εἰπών· Ὑμεῖς δὲ εἰδότες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Κακὸν μὲν γὰρ καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἑλέσθαι τὸ καλόν· μείζων δὲ κατηγορία, τὸ μηδὲ μεταθέσθαι. Μάλιστα γὰρ τοῦτο ἐργάζεται πολλοὺς πονηροὺς, ὃ καὶ νῦν πάσχοντας ἐνίους ὁρῶ ὑπὸ ἀναισθησίας ἐσχάτης. Ἀλλὰ μηδεὶς ἔστω τοιοῦτος· ἀλλὰ κἂν εἰς ἔσχατον κατενεχθῇ κακίας, μὴ