418
ἀπογινωσκέτω τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Ῥᾴδιον γὰρ ἐξ αὐτῶν τῶν βαράθρων τῆς πονηρίας ἀνενεγκεῖν. Ἢ οὐκ ἠκούσατε πῶς ἐκείνη ἡ πόρνη, ἡ ἐπὶ ἀσελγείᾳ πάντας παρελάσασα, πάντας ἀπέκρυψεν ἐν εὐλαβείᾳ; Οὐ τὴν ἐν τοῖς Εὐαγγελίοις λέγω, ἀλλὰ τὴν ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, τὴν ἐκ Φοινίκης τῆς παρανομωτάτης πόλεως. Καὶ γὰρ αὕτη πόρνη ποτὲ παρ' ἡμῖν ἦν, τὰ πρωτεῖα ἐπὶ τῆς σκηνῆς ἔχουσα, καὶ πολὺ τὸ ὄνομα αὐτῆς πανταχοῦ, οὐκ ἐν τῇ πόλει τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ μέχρι Κιλίκων καὶ Καππαδοκῶν. Καὶ πολλὰς μὲν ἐκένωσεν οὐσίας, πολλοὺς δὲ εἷλεν ὀρφα 58.637 νούς· πολλοὶ δὲ αὐτὴν καὶ εἰς γοητείαν διέβαλλον, ὡς οὐ τῇ τοῦ σώματος ὥρᾳ μόνον, ἀλλὰ καὶ τοῖς φαρμάκοις ἐκεῖνα τὰ δίκτυα πλέκουσαν. Εἷλέ ποτε καὶ βασιλίδος ἀδελφὸν αὕτη ἡ πόρνη· καὶ γὰρ πολλὴ ἦν αὐτῆς ἡ τυραννίς. Ἀλλ' ἀθρόον οὐκ οἶδ' ὅπως, μᾶλλον δὲ οἶδα σαφῶς· βουληθεῖσα γὰρ καὶ μεταβληθεῖσα, καὶ τοῦ Θεοῦ τὴν χάριν ἐπισπασαμένη· κατεφρόνησεν ἁπάντων ἐκείνων, καὶ ῥίψασα τοῦ διαβόλου τὰς μαγγανείας, πρὸς τὸν οὐρανὸν ἀνέδραμε. Καίτοιγε οὐδὲν αἰσχρότερον αὐτῆς ἦν, ὅτε ἐπὶ τῆς σκηνῆς ἦν· ἀλλ' ὅμως ὕστερον πολλὰς παρήλασε τῇ τῆς ἐγκρατείας ὑπερβολῇ, καὶ σάκκον περιθεμένη, πάντα τὸν χρόνον οὕτως ἠσκεῖτο. Ταύτης ἕνεκεν καὶ ὕπαρχος ἠνωχλήθη, καὶ στρατιῶται ὡπλίσθησαν, καὶ μεταστῆσαι πρὸς τὴν σκηνὴν αὐτὴν οὐκ ἴσχυσαν, οὐδὲ ἐξαγαγεῖν τῶν ὑποδεξαμένων αὐτὴν παρθένων. Αὕτη μυστηρίων καταξιωθεῖσα τῶν ἀποῤῥήτων, καὶ τῆς χάριτος ἀξίαν ἐπιδειξαμένη σπουδὴν, οὕτω τὸν βίον κατέλυσεν, ἅπαντα ἀπονιψαμένη διὰ τῆς χάριτος, καὶ μετὰ τὸ βάπτισμα πολλὴν ἐπιδειξαμένη τὴν φιλοσοφίαν. Οὐδὲ γὰρ ψιλῆς ὄψεως μετέδωκε τοῖς ποτε ἐρασταῖς ἐπὶ τοῦτο ἐλθοῦσιν, ἀποκλείσασα ἑαυτὴν, καὶ ἔτη πολλὰ καθάπερ ἐν δεσμωτηρίῳ διατελέσασα. Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· οὕτω πανταχοῦ πεπυρωμένης ἡμῖν ψυχῆς δεῖ, καὶ τὸ κωλύον οὐδὲν γενέσθαι μέγαν καὶ θαυμαστόν. δʹ. Μηδεὶς τοίνυν τῶν ἐν κακίᾳ ἀπογινωσκέτω· μηδεὶς ἐν ἀρετῇ ὢν νυσταζέτω. Μήτε οὗτος θαῤῥείτω· πολλάκις γὰρ αὐτὸν ἡ πόρνη παρελεύσεται· μήτε ἐκεῖνος ἀπογινωσκέτω· δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πρώτους παρελθεῖν. Ἄκουσον τί φησιν ὁ Θεὸς πρὸς τὴν Ἱερουσαλήμ· Εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν. Ὅταν ἐπανέλθωμεν εἰς τὴν σφοδρὰν ἀγάπην τοῦ Θεοῦ, οὐ μέμνηται τῶν προτέρων. Οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· οὐ γὰρ ὀνειδίζει τὰ παρελθόντα, οὐδὲ λέγει, ∆ιατί τοσοῦτον ἀπελείφθης χρόνον, ἂν μετανοήσωμεν· ἀλλ' ἀγαπᾷ, ὅταν προσέλθωμεν· μόνον ὡς χρὴ προσέλθωμεν. Κολληθῶμεν αὐτῷ σφοδρῶς, καὶ προσηλώσωμεν τῷ φόβῳ αὐτοῦ τὰς καρδίας ἡμῶν. Τοιαῦτα γέγονεν οὐκ ἐν τῇ Καινῇ μόνον πράγματα, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ. Τί γὰρ τοῦ Μανασσῆ χεῖρον; Ἀλλ' ἠδυνήθη τὸν Θεὸν ἐξιλεώσασθαι. Τί τοῦ Σολομῶνος μακαριώτερον; ἀλλ' ἀπονυστάξας ἔπεσε. Μᾶλλον δὲ καὶ ἀμφότερα ἐν ἑνὶ ἔχω δεῖξαι γενόμενα, ἐν τῷ πατρὶ τῷ τούτου· καὶ γὰρ καὶ καλὸς καὶ κακός ποτε γέγονεν ὁ αὐτός. Τί τοῦ Ἰούδα μακαριώτερον; ἀλλ' ἐγένετο προδότης. Τί τοῦ Ματθαίου ἀθλιώτερον; ἀλλ' ἐγένετο εὐαγγελιστής. Τί τοῦ Παύλου χεῖρον, ἀλλ' ἐγένετο ἀπόστολος. Τί τοῦ Σίμωνος ζηλωτότερον; ἀλλ' ἐγένετο καὶ αὐτὸς ἁπάντων ἀθλιώτερος. Πόσας τοιαύτας ἑτέρας βούλει ἰδεῖν μεταβολὰς, καὶ πάλαι γεγενημένας, καὶ νῦν γινομένας καθ' ἑκάστην ἡμέραν; ∆ιὰ δὴ τοῦτο λέγω, μήτε ὁ ἐπὶ τῆς σκηνῆς ἀπογινωσκέτω, μήτε ὁ ἐν τῇ Ἐκκλησίᾳ θαῤῥείτω. Πρὸς μὲν γὰρ τοῦτόν φησιν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ ἐκεῖνον, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; καὶ, Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Πάλιν πρὸς τού 58.638 τους φησὶ, Γρηγορεῖτε· πρὸς δὲ ἐκείνους, Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. Οὗτοι μὲν γὰρ φυλάξαι δέονται ὅπερ ἔχουσιν, ἐκεῖνοι δὲ γενέσθαι ὅπερ οὐκ εἰσίν· οὗτοι διατηρῆσαι τὴν ὑγίειαν, ἐκεῖνοι τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι· κάμνουσι γάρ· ἀλλὰ πολλοὶ καὶ τῶν καμνόντων ὑγιαίνουσι, καὶ τῶν ὑγιαινόντων ῥᾳθυμήσαντες ἀῤῥωστοῦσι. Πρὸς μὲν