419
οὖν ἐκείνους φησίν· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· πρὸς δὲ τούτους· Θέλεις ὑγιὴς γενέσθαι; ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. ∆εινὴ γὰρ, δεινὴ παράλυσις ἁμαρτία· μᾶλλον δὲ οὐ παράλυσις μόνον ἐστὶν, ἀλλὰ καὶ ἄλλο τι χαλεπώτερον. Οὐ γὰρ ἐν ἀργίᾳ μόνον ἀγαθῶν ἐστιν ὁ τοιοῦτος, ἀλλὰ καὶ ἐν ἐνεργείᾳ κακῶν. Ἀλλ' ὅμως κἂν οὕτω διακείμενος ᾖς, καὶ θελήσῃς μικρὸν διαναστῆναι, πάντα λύεται τὰ δεινά. Κἂν τριακονταοκτὼ ἔτη ἔχῃς, σπουδάσῃς δὲ γενέσθαι ὑγιὴς, οὐδεὶς ὁ κωλύων. Πάρεστι καὶ νῦν ὁ Χριστὸς, καὶ λέγει, Ἆρον τὴν κλίνην σου· μόνον θέλησον διαναστῆναι· μὴ ἀπογνῷς. Οὐκ ἔχεις ἄνθρωπον; ἀλλ' ἔχεις Θεόν. Οὐκ ἔχεις τὸν βάλλοντά σε εἰς τὴν κολυμβήθραν; ἀλλ' ἔχεις τὸν οὐκ ἀφιέντα σε δεηθῆναι κολυμβήθρας. Οὐκ ἔχεις τὸν ἐκεῖ σε ῥίπτοντα; ἀλλ' ἔχεις τὸν κελεύοντά σοι ἆραι τὴν κλίνην. Οὐκ ἔστιν εἰπεῖν, Ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἂν γὰρ θελήσῃς κατελθεῖν εἰς τὴν πηγὴν, οὐδεὶς ὁ κωλύων. Οὐκ ἀναλίσκεται, οὐ δαπανᾶται ἡ χάρις· πηγή τίς ἐστιν ἀναβλύζουσα διηνεκῶς· ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες θεραπευόμεθα καὶ ψυχὴν καὶ σῶμα. Προσερχώμεθα τοίνυν καὶ νῦν. Καὶ γὰρ Ῥαὰβ πόρνη ἦν, ἀλλ' ἐσώθη· καὶ ὁ λῃστὴς ἀνδροφόνος ἦν, ἀλλὰ παραδείσου πολίτης ἐγένετο· καὶ ὁ μὲν Ἰούδας μετὰ τοῦ ∆ιδασκάλου ὢν, ἀπώλετο· ὁ δὲ λῃστὴς ἐν σταυρῷ ὢν, μαθητὴς ἐγένετο. Ταῦτα τοῦ Θεοῦ τὰ παράδοξα. Οὕτως οἱ μάγοι εὐδοκίμησαν· οὕτως ὁ τελώνης εὐαγγελιστὴς ἐγένετο· οὕτως ὁ βλάσφημος, ἀπόστολος. εʹ. Ταῦτα ὅρα, καὶ μηδέποτε ἀπογνῷς, ἀλλ' ἀεὶ θάῤῥει καὶ διανάστησον σαυτόν. Ἅψαι μόνον τῆς ἐκεῖ φερούσης ὁδοῦ, καὶ προβήσῃ ταχέως. Μὴ τὰς θύρας ἀποκλείσῃς, μὴ τὴν εἴσοδον φράξῃς. Βραχὺς ὁ παρὼν καιρὸς, ὀλίγος ὁ πόνος. Εἰ δὲ καὶ πολὺς ἦν, οὐδὲ οὕτως ἀπαγορεύειν ἔδει. Κἂν γὰρ μὴ κάμῃς τὸν κάλλιστον τοῦτον κάματον τὸν ἐν τῇ μετανοίᾳ καὶ τῇ ἀρετῇ, ἐν τῷ κόσμῳ πάντως καμῇ καὶ ταλαιπωρήσεις ἑτέρως. Εἰ δὲ καὶ ἐνταῦθα κἀκεῖ κάματος, διατί μὴ τοῦτον αἱρούμεθα τὸν πολὺν ἔχοντα τὸν καρπὸν καὶ μεγάλην τὴν ἀμοιβήν; Καίτοιγε οὐδὲ ὁ αὐτὸς κάματος οὗτος κἀκεῖνος. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς καὶ κίνδυνοι συνεχεῖς, καὶ ζημίαι ἐπάλληλοι, καὶ ἡ ἐλπὶς ἄδηλος, καὶ δουλοπρέπεια πολλὴ, καὶ χρημάτων καὶ σωμάτων καὶ ψυχῆς δαπάνη· καὶ τότε ἡ τῶν καρπῶν ἀντίδοσις πολὺ τῆς ἐλπίδος καταδεεστέρα, ἂν ἄρα βλαστήσῃ. Οὐδὲ γὰρ πανταχοῦ φέρει καρπὸν ὁ τῶν βιωτικῶν πραγμάτων ἱδρώς· πλὴν ἀλλὰ καὶ ὅταν μὴ διαπέσῃ, ἀλλὰ καὶ πολλὴν ἐνέγκῃ τὴν φορὰν, ἐν βραχεῖ παραμένει τῷ χρόνῳ. Ὅταν γὰρ γηράσῃς, καὶ μηκέτι λοιπὸν ἀκριβῆ τῆς ἀπολαύσεως τὴν αἴσθησιν ἔχῃς, τότε σοι φέρει τὰς ἀμοιβὰς ὁ πόνος. Καὶ ὁ μὲν πόνος ἐν ἀκμάζοντι σώματι, ὁ δὲ καρπὸς καὶ ἡ τρυφὴ 58.639 ἐν γεγηρακότι καὶ παρειμένῳ, ὅταν καὶ τὴν αἴσθησιν ὁ χρόνος καταμαράνῃ· καίτοι εἰ μὴ κατεμάρανεν, ἡ τῆς τελευτῆς ἐλπὶς οὐκ ἠφίει τρυφᾷν. Ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ὁ μὲν πόνος, ἐν φθορᾷ καὶ τελευτῶντι σώματι· ὁ δὲ στέφανος, ἐν ἀκηράτῳ καὶ ἀθανάτῳ καὶ τέλος οὐκ ἔχοντι. Καὶ ὁ μὲν πόνος καὶ πρῶτος καὶ βραχύς· ἡ δὲ ἀντίδοσις καὶ ὑστέρα καὶ ἄπειρος, ἵνα μετὰ ἀδείας ἀναπαύῃ λοιπὸν, μηδὲν προσδοκῶν ἀηδές. Οὐ γὰρ ἔστι μεταβολὴν δεῖσαι λοιπὸν, οὐδὲ ἔκπτωσιν, καθάπερ ἐνταῦθα. Ποῖα οὖν ταῦτα ἀγαθὰ, τὰ μήτε ἀσφαλῆ, καὶ βραχέα καὶ πήλινα, καὶ πρὶν ἢ φανῆναι ἀφανιζόμενα, καὶ μετὰ πολλῶν κτώμενα πόνων; Ποῖα δὲ ἐκείνων ἀγαθὰ ἴσα, τῶν ἀκινήτων, τῶν ἀγηράτων, τῶν μηδένα μόχθον ἐχόντων, τῶν καὶ ἐν τῷ καιρῷ τῶν ἀγώνων τοὺς στεφάνους σοι κομιζόντων; Ὁ γὰρ χρημάτων 58.640 καταφρονῶν, καὶ ἐντεῦθεν ἤδη λαμβάνει τὸν μισθὸν, φροντίδος ἀπαλλαττόμενος, βασκανίας, συκοφαντίας, ἐπιβουλῆς, φθόνου. Ὁ σώφρων, καὶ κοσμίως ζῶν, καὶ πρὸ τῆς ἐντεῦθεν ἀποδημίας στεφανοῦται καὶ τρυφᾷ, ἀσχημοσύνης, γέλωτος, κινδύνων κατηγορίας, τῶν ἄλλων ἁπάντων ἀπαλλαττόμενος δεινῶν. Τὰ ἄλλα πάντα ὁμοίως τῆς ἀρετῆς μέρη ἐντεῦθεν ἤδη ἡμῖν δίδωσι τὴν ἀμοιβήν. Ἵν' οὖν καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν