429
Τὸ γὰρ ῥυπαροῖς ἱματίοις εἰσελθεῖν τοῦτό ἐστι· βίον ἀκάθαρτον ἔχοντα ἀπελθεῖν ἐντεῦθεν· διὸ καὶ ἐφιμοῦτο. Ὁρᾷς πῶς, καίτοι οὕτω τοῦ πράγματος ὄντος καταδήλου, οὐ πρότερον κολάζει, ἕως ἂν αὐτὸς ὁ ἡμαρτηκὼς τὴν ψῆφον ἐξενέγκῃ; Τῷ γὰρ μηδὲν ἔχειν ἀντειπεῖν κατέκρινεν ἑαυτὸν, καὶ οὕτω πρὸς τὰς ἀποῤῥήτους αἴρεται κολάσεις. Μὴ γὰρ δὴ σκότος ἀκούσας, τούτῳ νομίσῃς αὐτὸν τιμωρεῖσθαι, τῷ εἰς ἀφεγγὲς πέμπεσθαι χωρίον μόνον, ἀλλ' ὅπου καὶ ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τοῦτο δὲ λέγει, τὰς ἀκαρτερήτους ἐνδεικνύμενος ὀδύνας. Ἀκούσατε ὅσοι μυστηρίων ἀπολαύσαντες, καὶ τοῖς γάμοις παραγενόμενοι, ῥυπαραῖς τὴν ψυχὴν περιβάλλετε πράξεσιν. Ἀκούσατε πόθεν ἐκλήθητε. Ἀπὸ τῆς τριόδου. Τί ὄντες; Χωλοὶ καὶ ἀνάπηροι κατὰ ψυχὴν, ὃ πολλῷ χαλεπώτερον τῆς τοῦ σώματος λώβης. Αἰδέσθητε τὴν φιλανθρωπίαν τοῦ καλέσαντος, καὶ μηδεὶς μενέτω ῥυπαρὰ ἔχων ἱμάτια, ἀλλ' ἕκαστος ἡμῶν περιεργαζέσθω τὴν στολὴν τῆς ψυχῆς. Ἀκούσατε, γυναῖκες· ἀκούσατε, ἄνδρες. Οὐ τούτων ἡμῖν δεῖ τῶν ἱματίων τῶν χρυσοπάστων [τῶν τὰ ἔξωθεν ἡμῖν καλλωπιζόντων,] ἀλλ' ἐκείνων τῶν [τὰ] ἔνδον. Ἕως ἂν ταῦτα ἔχωμεν, ἐκεῖνα περιθέσθαι δύσκολον. Οὐκ ἔστιν ὁμοῦ καὶ ψυχὴν καὶ σῶμα καλλωπίζειν. Οὐκ ἔστιν ὁμοῦ καὶ μαμωνᾷ δουλεύειν, καὶ Χριστῷ ὑπακούειν ὡς χρή. Ἀποθώμεθα τοίνυν ταύτην τὴν τυραννίδα τὴν χαλεπήν. Οὐδὲ γὰρ εἴ τις τὸν μὲν οἶκον ἐκόσμει, παραπετάσματα χρυσᾶ κρεμάσας, σὲ δὲ ἐν ῥακίοις γυμνὸν ἐποίει καθῆσθαι, πράως ἂν ἤνεγκας. Ἀλλ' ἰδοὺ νῦν τοῦτο σὺ σαυτὸν ἐργάζῃ, τὴν μὲν οἰκίαν τῆς ψυχῆς σου, τὸ σῶμα λέγω, μυρίοις παραπετάσμασι καλλωπίζων, ἐκείνην δὲ ἐν ῥακίοις ἀφεὶς καθῆσθαι. Οὐκ οἶσθα, ὅτι τὸν βασιλέα τῆς πόλεως μᾶλλον κοσμεῖσθαι δεῖ; ∆ιά τοι τοῦτο τῇ μὲν πόλει παραπετάσματα ἐκ λίνου κατεσκεύασται, τῷ δὲ βασιλεῖ ἁλουργὶς καὶ διάδημα. Οὕτω καὶ σὺ, τὸ μὲν σῶμα πολλῷ φαυλοτέρᾳ περίβαλε στολῇ, τὸν δὲ νοῦν ἁλουργίδα ἔνδυσον, καὶ στέφανον ἐπίθες αὐτῷ, καὶ κάθισον ἐπὶ ὀχήματος ὑψηλοῦ καὶ περιφανοῦς. Νῦν γὰρ τοὐναντίον ποιεῖς, τὴν μὲν πόλιν καλλωπίζων ποικίλως, τὸν δὲ βασιλέα νοῦν ἀφεὶς σύρεσθαι δεδεμένον ὀπίσω τῶν ἀλόγων παθῶν. Οὐκ ἐννοεῖς, ὅτι εἰς γάμον ἐκλήθης, καὶ Θεοῦ γάμον; οὐ λογίζῃ πῶς εἰς ταύτας τὰς παστάδας τὴν κληθεῖσαν ψυχὴν εἰσιέναι χρὴ, κροσσωτοῖς χρυσοῖς περιβεβλημένην, πεποικιλμένην; γʹ. Βούλει σοι δείξω τοὺς οὕτως ἐστολισμένους; τοὺς ἔνδυμα ἔχοντας γάμου; Ἀναμνήσθητι τῶν ἁγίων ἐκείνων, ὑπὲρ ὧν πρώην ὑμῖν διελέχθην, τῶν τὰ τρίχινα ἐχόντων ἱμάτια, τῶν τὰς ἐρήμους οἰκούντων. Οὗτοι μάλιστά εἰσιν οἱ τὰ ἐνδύματα τῶν γάμων ἐκείνων ἔχοντες· καὶ δῆλον ἐντεῦθεν· Ὅσας ἂν αὐτοῖς δῷς πορφυρίδας, οὐκ ἂν ἕλοιντο λαβεῖν· ἀλλ' ὥσπερ βασιλεὺς, εἰ τοῦ πτωχοῦ τὰ ῥάκιά τις λαβὼν, κελεύει ταῦτα αὐτὸν ἐνδυθῆναι, βδελύξαιτο ἂν τὴν στολήν· οὕτω καὶ ἐκεῖνοι τὴν ἁλουργίδα τὴν ἐκείνου. Οὐδαμόθεν δὲ ἑτέρωθεν τοῦτο πάσχουσιν, ἀλλ' ἢ διὰ τὸ εἰδέναι τὸ κάλλος τῆς ἑαυτῶν στολῆς. ∆ιὰ τοῦτο καὶ τὴν ἁλουργὸν ἐκείνην χλανίδα διαπτύουσιν ὡς ἀράχνην. Ταῦτα γὰρ αὐτοὺς ὁ σάκκος ἐδίδαξε· καὶ γάρ εἰσιν αὐτοῦ τοῦ 58.652 βασιλεύοντος ὑψηλότεροι πολλῷ καὶ λαμπρότεροι. Κἂν δυνηθῇς τὰς πύλας ἀναπτύξαι τοῦ νοῦ, καὶ τὴν ψυχὴν αὐτῶν κατιδεῖν, καὶ τὸν ἔνδον ἅπαντα κόσμον, κἂν εἰς τὴν γῆν καταπέσοις, οὐ φέρων τῆς εὐμορφίας τὴν λαμπηδόνα, καὶ τὴν αἴγλην τῶν ἱματίων ἐκείνων, καὶ τὴν ἀστραπὴν τοῦ συνειδότος αὐτῶν. Ἔχομεν γὰρ εἰπεῖν καὶ παλαιοὺς ἄνδρας μεγάλους καὶ θαυμαστούς· ἀλλ' ἐπειδὴ τοὺς παχυτέρους τὰ ὁρώμενα ὑποδείγματα μᾶλλον ἐνάγει, διὰ τοῦτο ὑμᾶς καὶ ἐπὶ τὰς σκηνὰς πέμπω τῶν ἁγίων ἐκείνων. Οὐδὲν γὰρ ἔχουσι λυπηρὸν, ἀλλ' ἅτε ἐν οὐρανοῖς πηξάμενοι τὰς καλύβας, οὕτω πόῤῥω τῶν ἐν τῷ παρόντι βίῳ μοχθηρῶν ἐσκήνωνται, στρατοπεδευόμενοι κατὰ τοῦ διαβόλου, καὶ ὥσπερ χορεύοντες, οὕτω πολεμοῦσιν αὐτῷ. ∆ιά τοι τοῦτο καλύβας πηξάμενοι, πόλεις καὶ ἀγορὰς καὶ οἰκίας ἔφυγον. Τὸν γὰρ πολεμοῦντα οὐκ ἔνι ἐν οἰκίᾳ καθῆσθαι, ἀλλὰ σχεδιάσαντα τὴν οἴκησιν, ὡς μέλλοντα εὐθέως ἀπανίστασθαι, οὕτω