432
μενοῦμεν προσαιτοῦντες, τῶν ἐν ταῖς τριόδοις πτωχῶν οὐδὲν ἄμεινον διακείμενοι, μᾶλλον δὲ πολλῷ χεῖρον καὶ ἀθλιώτερον; Καὶ γὰρ ἐκείνων πολλῷ χείρους οἱ κακῶς πλουτοῦντες, καὶ βέλτιον ἐπαιτεῖν ἢ ἁρπάζειν· τὸ μὲν γὰρ ἔχει συγγνώμην, τὸ δὲ κόλασιν φέρει· καὶ ὁ μὲν οὐδὲν προσκρούει Θεῷ, οὗτος δὲ καὶ ἀνθρώποις καὶ Θεῷ· καὶ τοὺς μὲν πόνους ὑφίσταται τῆς ἁρπαγῆς, τὴν δὲ ἀπόλαυσιν ἕτεροι πολλάκις ἐκαρπώσαντο ἅπασαν. Ταῦτ' οὖν εἰδότες, καὶ ἀποθέμενοι τὴν πλεονεξίαν πᾶσαν, πλεονεκτήσωμεν τὰ ἄνω, μετὰ πολλῆς σπουδῆς τὴν βασιλείαν ἁρπάζοντες. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντά τινα εἰς αὐτὴν εἰσελθεῖν. Γένοιτο δὲ πάντας σπουδαίους καὶ ἐγρηγορότας γεγονότας ταύτης ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.655 ΟΜΙΛΙΑ Οʹ. Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως
αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
αʹ. Τότε, πότε; Ὅτε μάλιστα κατανυγῆναι ἔδει, ὅτε ἐκπλαγῆναι τὴν φιλανθρωπίαν, ὅτε φοβηθῆναι τὰ μέλλοντα, ὅτε ἀπὸ τῶν παρελθόντων καὶ περὶ τῶν μελλόντων πιστεῦσαι ἐχρῆν. Καὶ γὰρ ἐπὶ τῶν πραγμάτων τὰ εἰρημένα ἐβόα. Καὶ γὰρ τελῶναι καὶ πόρναι ἐπίστευσαν, καὶ προφῆται καὶ δίκαιοι ἀνῃρέθησαν, καὶ ἀπὸ τούτων ἐχρῆν καὶ περὶ τῆς ἀπωλείας ἑαυτῶν μὴ ἀντιλέγειν, ἀλλὰ καὶ πιστεύειν καὶ σωφρονίζεσθαι. Ἀλλ' ὅμως οὐδὲ οὕτω λήγει τὰ τῆς κακίας αὐτῶν, ἀλλ' ὠδίνει καὶ πρόεισι περαιτέρω. Καὶ ἐπειδὴ κατασχεῖν αὐτὸν οὐκ εἶχον (ἐφοβοῦντο γὰρ τοὺς ὄχλους), ἑτέραν ἦλθον ὁδὸν, ὡς δὴ εἰς κίνδυνον ἐμβαλοῦντες, καὶ δημοσίων ποιήσοντες ἀδικημάτων ὑπεύθυνον. Ἀποστέλλουσι γὰρ αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρωδιανῶν, λέγοντες· ∆ιδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Καὶ γὰρ φόρου λοιπὸν ἦσαν ὑποτελεῖς, τῶν πραγμάτων αὐτοῖς εἰς τὴν Ῥωμαίων ἀρχὴν μεταπεσόντων. Ἐπειδὴ οὖν εἶδον, ὅτι οἱ πρὸ τούτου διὰ τοῦτο ἀπέθανον, οἱ περὶ Θευδᾶν καὶ Ἰούδαν, ὡς ἀποστασίαν μελετήσαντες, ἐβούλοντο καὶ αὐτὸν διὰ τῶν λόγων τούτων εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. ∆ιὰ τοῦτο καὶ τοὺς αὐτῶν μαθητὰς καὶ τοὺς Ἡρώδου στρατιώτας ἔπεμπον, διπλοῦν, ὡς ᾤοντο, τὸν κρημνὸν ἑκατέρωθεν ὀρύττοντες, καὶ πάντοθεν τιθέντες τὴν παγίδα, ἵν', ὅπερ ἂν εἴπῃ, ἐπιλάβωνται· κἂν μὲν ὑπὲρ τῶν Ἡρωδιανῶν ἀποκρίνηται, αὐτοὶ ἐγκαλέσωσιν· ἂν δὲ ὑπὲρ αὐτῶν, ἐκεῖνοι κατηγορήσωσι. Καίτοιγε ἦν δεδωκὼς τὰ δίδραχμα· ἀλλ' οὐκ ᾔδεσαν τοῦτο. Καὶ ἑκατέρωθεν μὲν αὐτὸν προσεδόκων αἱρήσειν, ἐπεθύμουν δὲ μᾶλλον κατὰ τῶν Ἡρωδιανῶν αὐτὸν εἰπεῖν τι. ∆ιὸ καὶ τοὺς μαθητὰς πέμπουσιν, εἰς τοῦτο ὠθοῦντας αὐτὸν τῇ παρουσίᾳ, ἵνα παραδῶσι τῷ ἡγεμόνι ὡς τύραννον. Τοῦτο γὰρ καὶ ὁ Λουκᾶς αἰνιττόμενος ἐδήλου λέγων, ὅτι καὶ ἐπὶ τῶν ὄχλων ἠρώτων, ὡς μείζονα γενέσθαι τὴν μαρτυρίαν. Ἐγένετο δὲ τοὐναντίον ἅπαν· ἐν πλείονι γὰρ θεάτρῳ τῆς αὐτῶν ἀνοίας παρεῖχον τὴν ἀπόδειξιν. Καὶ ὅρα τὴν κολακείαν, καὶ τὸν ἐγκεκρυμμένον δόλον. Οἴδαμεν, φησὶν, ὅτι ἀληθὴς εἶ. Πῶς οὖν ἐλέγετε, ὅτι Πλάνος ἐστὶ, καὶ, Πλανᾷ τὸν ὄχλον, καὶ, ∆αιμόνιον ἔχει, καὶ, Οὐκ ἔστιν ἀπὸ Θεοῦ; πῶς πρὸ μικροῦ ἐβουλεύεσθε αὐτὸν ἀνελεῖν; Ἀλλὰ πάντα γίνονται, ἅπερ ἂν ἡ ἐπιβουλὴ ὑπαγορεύσῃ. Ἐπειδὴ γὰρ πρὸ μικροῦ εἰπόντες μετὰ αὐθαδείας, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; πρὸς τὴν ἐρώτησιν οὐκ ἔτυχον ἀποκρίσεως, προσδοκῶσιν αὐτὸν τῇ κολακείᾳ χαυνοῦν, καὶ πείθειν εἰπεῖν τι κατὰ τῶν καθεστώτων νόμων, καὶ τῇ κρατούσῃ πολιτείᾳ τὸ ὑπεναντίον. Ὅθεν καὶ τὴν ἀλήθειαν μαρτυροῦσιν αὐτῷ, ὁμολογοῦντες τὸ ὄν· πλὴν οὐκ ὀρθῇ γνώμῃ, οὐδὲ ἑκόντες· καὶ προστιθέασι λέγοντες·