433
Οὐ μέλει σοι περὶ οὐδενός. Ὅρα πῶς εἰσι δῆλοι βουλόμενοι εἰς τούτους μᾶλλον ἐμβαλεῖν αὐτὸν τοὺς λόγους, τοὺς ποιοῦντας αὐτὸν καὶ Ἡρώδῃ προσκροῦσαι, καὶ τυράννου ὑποψίαν λαβεῖν, ὡς κατεξανιστάμενον τῶν νόμων, ἵν' ὡς στασιαστὴν καὶ τύραννον κολάσωσιν. Τὸ γὰρ, Οὐ μέλει σοι περὶ οὐ 58.656 δενὸς, καὶ, Οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώπου, περὶ Ἡρώδου καὶ Καίσαρος ᾐνίττοντο λέγοντες· Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Νῦν τιμᾶτε, καὶ διδάσκαλον νομίζετε, ἐν οἷς τὰ περὶ τῆς σωτηρίας ὑμῶν διελέγετο καταφρονήσαντες καὶ ὑβρίσαντες πολλάκις. Ὅθεν καὶ σύμψηφοι γεγόνασι. Καὶ ὅρα τὸ κακοῦργον. Οὐ λέγουσιν, Εἰπὲ ἡμῖν τί τὸ καλὸν, τί τὸ συμφέρον, τί τὸ νόμιμον; ἀλλὰ, Τί σοι δοκεῖ; Οὕτω πρὸς ἓν τοῦτο ἔβλεπον, τὸ προδοῦναι αὐτὸν, καὶ ἐκπολεμῶσαι τῷ κρατοῦντι. Καὶ ὁ Μάρκος δὲ τοῦτο δηλῶν, καὶ τὸ αὔθαδες αὐτῶν σαφέστερον ἐκκαλύπτων, καὶ τὴν φονικὴν αὐτῶν γνώμην, φησὶν αὐτοὺς εἰρηκέναι· ∆ῶμεν Καίσαρι κῆνσον, ἢ μὴ δῶμεν; Οὕτω θυμοῦ μὲν ἔπνεον, καὶ ὤδινον ἐπιβουλὴν, ὑπεκρίνοντο δὲ θεραπείαν. Τί οὖν αὐτός; Τί με πειράζετε, ὑποκριταί; Εἶδες πῶς πληκτικώτερον αὐτοῖς διαλέγεται; Ἐπειδὴ γὰρ ἀπηρτισμένη καὶ πρόδηλος ἦν ἡ κακία, βαθυτέραν δίδωσι τὴν τομὴν, πρῶτον αὐτοὺς συγχέων, καὶ ἐπιστομίζων, τῷ τὰ ἀπόῤῥητα αὐτῶν εἰς μέσον ἀγαγεῖν, καὶ δῆλον ἅπασι ποιεῖν μεθ' οἵας αὐτῷ προσέρχονται διανοίας. Ταῦτα δὲ ἐποίει, ἀναστέλλων αὐτῶν τὴν κακίαν, ὥστε μὴ πάλιν τοῖς αὐτοῖς ἐπιχειροῦντας καταβλάπτεσθαι. Καίτοιγε τὰ ῥήματα πολλῆς ἔγεμε θεραπείας· καὶ γὰρ καὶ διδάσκαλον ἐκάλουν, καὶ ἀλήθειαν ἐμαρτύρουν, καὶ τὸ ἀπροσωπόληπτον· ἀλλὰ Θεὸς ὢν, οὐδενὶ τούτων παρελογίζετο Ὅθεν κἀκείνους ἐχρῆν στοχάζεσθαι, ὅτι οὐ στοχασμοῦ ἡ ἐπίπληξις ἦν, ἀλλὰ σημεῖον τοῦ τὰ ἀπόῤῥητα αὐτῶν εἰδέναι. βʹ. Οὐ μὴν μέχρι τῆς ἐπιπλήξεως ἔστη· καίτοιγε ἤρκει μόνον ἐλέγξαντα τὴν γνώμην αὐτῶν, καταισχῦναι αὐτῶν τὴν πονηρίαν· ἀλλ' οὐχ ἵσταται μέχρι τούτου, ἀλλὰ καὶ ἑτέρως ἀποῤῥάπτει αὐτῶν τὰ στόματα. Ἐπιδείξατε γάρ μοι, φησὶ, τὸ νόμισμα τοῦ κήνσου. Καὶ ὡς ἐπέδειξαν, ὅπερ ἀεὶ ποιεῖ, διὰ τῆς ἐκείνων γλώττης ἐκφέρει τὴν ἀπόφασιν, καὶ αὐτοὺς ψηφίσασθαι παρασκευάζει, ὅτι ἔξεστιν· ὅπερ λαμπρὰ καὶ σαφὴς ἦν νίκη. Ὥστε ὅταν ἐρωτᾷ, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ ταῖς οἰκείαις αὐτῶν ἀποκρίσεσιν ὑπευθύνους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπειδὴ γὰρ ἐρωτηθέντες, Τίνος ἡ εἰκών; εἶπον, ὅτι Καίσαρος, φησίν· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι. Οὐ γάρ ἐστι τοῦτο δοῦναι, ἀλλ' ἀποδοῦναι· καὶ τοῦτο καὶ ἀπὸ τῆς εἰκόνος καὶ ἀπὸ τῆς ἐπιγραφῆς δείκνυται. Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι Ἀνθρώποις ἡμᾶς ὑποτάττεις; ἐπήγαγε, Καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Ἔξεστι γὰρ καὶ ἀνθρώποις τὰ αὐτῶν πληροῦν, καὶ Θεῷ διδόναι τὰ τῷ Θεῷ παρ' ἡμῶν ὀφειλόμενα. ∆ιὸ καὶ Παῦλός φησιν· Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον. Σὺ δὲ ὅταν ἀκούσῃς, Ἀπόδος τὰ τοῦ Καίσαρος Καίσαρι, ἐκεῖνα γίνωσκε λέγειν αὐτὸν μόνον, τὰ μηδὲν τὴν εὐσέβειαν παραβλάπτοντα· ὡς ἄν τι τοιοῦτον ᾖ, οὐκέτι Καίσαρος, ἀλλὰ τοῦ διαβόλου φόρος ἐστὶ καὶ τέλος τὸ τοιοῦτον. Ταῦτα ἀκούσαντες ἐπεστομίσθησαν καὶ ἐθαύμασαν τὴν σοφίαν. Οὐκοῦν πιστεῦσαι ἐχρῆν, οὐκοῦν ἐκπλαγῆναι. Καὶ γὰρ θεότητος αὐτοῖς παρέσχεν ἀπόδειξιν, τὰ ἀπόῤῥητα ἐκκαλύψας, καὶ μετ' ἐπιεικείας αὐτοὺς ἐπεστόμισε. Τί οὖν; ἐπίστευσαν; Οὐδαμῶς· ἀλλ' Ἀφέντες αὐτὸν ἀπῆλθον, καὶ μετ' αὐτοὺς προσῆλθον οἱ Σαδδουκαῖοι. Ὢ τῆς ἀνοίας! Ἐκείνων ἐπιστομισθέν 58.657 των οὗτοι προσβάλλουσι, δέον ὀκνηροτέρους γενέσθαι. Ἀλλὰ τοιοῦτον ἡ θρασύτης, ἀναίσχυντον καὶ ἰταμὸν καὶ ἀδυνάτοις ἐπιχειροῦν. ∆ιὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐκπληττόμενος αὐτῶν τὴν ἄνοιαν, αὐτὸ τοῦτο ἐπισημαίνεται λέγων, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον. Ἐν ἐκείνῃ, ποίᾳ; Ἐν ᾗ τὴν ἐκείνων κακουργίαν ἤλεγξεν, καὶ κατῄσχυνεν αὐτούς. Τίνες δέ εἰσιν οὗτοι; Αἵρεσις Ἰουδαίων ἑτέρα παρὰ τοὺς Φαρισαίους, κἀκείνων πολὺ καταδεεστέρα λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα. Παχύτεροι γάρ τινες οὗτοι, καὶ περὶ τὰ σωματικὰ ἐπτοημένοι.