434
Πολλαὶ γὰρ καὶ ἐπὶ Ἰουδαίων αἱρέσεις ἦσαν. ∆ιὸ καὶ Παῦλος λέγει· Φαρισαῖός εἰμι, τῆς ἀκριβεστάτης αἱρέσεως παρ' ἡμῖν. Καὶ ἐξ εὐθείας μὲν οὐδὲν οὗτοι περὶ ἀναστάσεως λέγουσι· λόγον δέ τινα πλάττουσι, καὶ πρᾶγμα συντιθέασιν, ὡς ἔγωγε οἶμαι, οὐδὲ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν, καὶ θέλοντες ἀνατρέψαι ἀμφότερα, καὶ τὸ ἀνάστασιν εἶναι, καὶ τὸ τοιαύτην ἀνάστασιν. Πάλιν δὲ καὶ οὗτοι μετ' ἐπιεικείας δῆθεν προσβάλλουσι, λέγοντες· ∆ιδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐὰν ἀποθάνῃ τις μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς τὴν γυναῖκα, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ. Ἦσαν δὲ παρ' ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα τῷ ἀδελφῷ. Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. Ὕστερον δὲ ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή; Ὅρα τούτοις διδασκαλικῶς ἀποκρινόμενον. Εἰ γὰρ καὶ ἀπὸ κακουργίας προσῆλθον, ἀλλ' ὅμως καὶ ἀγνοίας ἡ ἐρώτησις ἦν μᾶλλον. ∆ιὸ οὐδὲ λέγει αὐτοῖς. Ὑποκριταί. Εἶτα ἵνα μὴ ἐγκαλέσῃ, διατί ἑπτὰ μίαν ἔσχον, προστιθέασι τὸν Μωϋσέα· καίτοιγε, ὅπερ ἔφθην εἰπὼν, πλάσμα ἦν, ὡς ἔγωγε οἶμαι. Οὐ γὰρ ἂν ὁ τρίτος ἔλαβε, τοὺς δύο νυμφίους νεκροὺς γενομένους ἰδών· εἰ δὲ ὁ τρίτος, ἀλλ' οὐχ ὁ τέταρτος, οὐδὲ ὁ πέμπτος· εἰ δὲ καὶ οὗτοι, πολλῷ μᾶλλον ὁ ἕκτος ἢ ὁ ἕβδομος οὐκ ἂν προσῆλθον, ἀλλ' οἰωνίσαντο ἂν τὴν γυναῖκα. Τοιοῦτοι γὰρ οἱ Ἰουδαῖοι. Εἰ γὰρ νῦν πολλοὶ τοῦτο πάσχουσι, πολλῷ μᾶλλον τότε ἐκεῖνοι· ὅπου γε καὶ χωρὶς τούτου πολλάκις τὸ οὕτω συνοικεῖν ἔφυγον, καὶ ταῦτα τοῦ νόμου καταναγκάζοντος. Οὕτω γοῦν ἡ Ῥοὺθ ἡ Μωαβῖτις ἐκείνη γυνὴ πρὸς τὸν μακροτέρω τῆς συγγενείας ἐξεκυλίσθη· καὶ ἡ Θάμαρ δὲ ἐντεῦθεν παρὰ τοῦ κηδεστοῦ κλέψαι σπέρμα κατηναγκάζετο. Καὶ τίνος ἕνεκεν οὐκ ἔπλασαν δύο ἢ τρεῖς, ἀλλ' ἑπτά; Ὥστε ἐκ περιουσίας κωμῳδῆσαι, ὡς ᾤοντο, τὴν ἀνάστασιν. ∆ιὸ καὶ λέγουσι, Πάντες ἔσχον αὐτὴν, ὡς εἰς ἄπορόν τι αὐτὸν ἐμβάλλοντες. Τί οὖν ὁ Χριστός; Πρὸς ἀμφότερα ἀποκρίνεται, οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην ἱστάμενος, καὶ πανταχοῦ τὰ ἀπόῤῥητα αὐτῶν ἐκκαλύπτων, καὶ ποτὲ μὲν αὐτὰ ἐκπομπεύων, ποτὲ δὲ τῷ συνειδότι τῶν ἐρωτώντων ἀφιεὶς τὸν ἔλεγχον. Ὅρα γοῦν ἐνταῦθα πῶς ἀμφότερα δείκνυσι, καὶ ὅτι ἀνάστασις ἔσται, καὶ ὅτι οὐ τοιαύτη ἀνάστασις, οἵαν ὑποπτεύουσι. Τί γάρ φησι; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ ὡς εἰδότες, Μωϋσέα προβάλλονται καὶ τὸν νόμον, δείκνυσιν ὅτι τοῦτο μάλιστα ἀγνοούντων ἐστὶ τὰς Γραφὰς τὸ 58.658 ἐρώτημα. Ἐντεῦθεν γὰρ καὶ τὸ πειράζειν αὐτοῖς ἦν, ἐκ τοῦ τὰς Γραφὰς ἀγνοεῖν, καὶ τοῦ Θεοῦ τὴν δύναμιν μὴ εἰδέναι ὡς χρή. Τί οὖν θαυμαστὸν, φησὶν, εἰ ἐμὲ πειράζετε τὸν ἔτι ἀγνοούμενον ὑμῖν, ὅπου γε οὐδὲ τοῦ Θεοῦ τὴν δύναμιν ἴστε, ἧς τοσαύτην πεῖραν εἰλήφατε, καὶ οὔτε ἐκ κοινῶν ἐννοιῶν, οὔτε ἀπὸ Γραφῶν αὐτὴν ἔγνωτε; εἰ ἄρα καὶ κοινοὶ λογισμοὶ τοῦτο παρέχουσιν εἰδέναι, ὅτι τῷ Θεῷ πάντα δυνατά. γʹ. Καὶ πρῶτον μὲν πρὸς τὸ ἐρωτηθὲν ἀποκρίνεται. Ἐπειδὴ γὰρ τοῦτο αἴτιον ἦν αὐτοῖς τοῦ μὴ νομίζειν ἀνάστασιν, τὸ νομίζειν τοιαύτην εἶναι τὴν τῶν πραγμάτων κατάστασιν, τὸ αἴτιον θεραπεύει, εἶτα καὶ τὸ σύμπτωμα (ἀπὸ γὰρ τούτου καὶ τὸ νόσημα γέγονε)· καὶ δείκνυσι τῆς ἀναστάσεως τὸν τρόπον. Ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ. Ὁ δὲ Λουκᾶς φησιν, Ὡς υἱοὶ Θεοῦ. Εἰ τοίνυν οὐ γαμοῦσι, περιττὴ ἡ ἐρώτησις. Οὐ μὴν ἐπειδὴ οὐ γαμοῦσι, διὰ τοῦτο ἄγγελοι· ἀλλ' ἐπειδὴ ὡς ἄγγελοι, διὰ τοῦτο οὐ γαμοῦσιν. Ἀπὸ τούτου καὶ ἕτερα πολλὰ ἀνεῖλεν, ἅπερ ἅπαντα δι' ἑνὸς ῥήματος ὁ Παῦλος ᾐνίξατο εἰπών· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Καὶ διὰ μὲν τούτων ἐδήλωσεν ἡλίκον ἡ ἀνάστασις· ὅτι δὲ καὶ ἀνάστασίς ἐστι, δείκνυσι Καίτοι συναποδέδεικται τῷ εἰρημένῳ καὶ τοῦτο, ἀλλ' ὅμως ἐκ περιουσίας τῷ λόγῳ πάλιν προστίθησι λέγων. Οὐδὲ γὰρ πρὸς τὸ ἐρώτημα ἔστη μόνον, ἀλλὰ καὶ πρὸς τὴν ἔννοιαν αὐτῶν. Οὕτως ὅταν μὴ σφόδρα κακουργῶσιν, ἀλλ' ἀγνοοῦντες ἐρωτῶσι, καὶ ἐκ περιουσίας διδάσκει· ὅταν