436
Εἶδες νίκην λαμπράν; Οἷον γὰρ τὰ στρατόπεδα τὰ πανταχοῦ τῆς οἰκουμένης ὁμοῦ συνελθόντα στῆσαι τρόπαιον οὐκ ἰσχύει, τοῦτο ἕκαστος ἐκείνων ἵστησι· καὶ πάντα ἀναμέμικται τετρωμένα, παράφορα παραπληξίας ῥήματα, νοήματα μανικὰ, ἀηδὴς τῦφος, πάντα ὅσα ἀπὸ μέθης ὁπλίζεται. Καὶ μιμοῦνται τὸν ἑαυτῶν ∆εσπότην, ὃν ἡ Γραφὴ θαυμάζουσα ἔλεγεν· Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν. Βούλεσθε καὶ ἕτερον πλῆθος νεκρῶν ἰδεῖν; Ἴδωμεν τὰς ἐκ τῆς τρυφῆς ἐπιθυμίας, τὰς ἐκ τῶν ὀψοποιῶν, τῶν μαγείρων, τῶν τραπεζοποιῶν, τῶν πλακουντοποιῶν. Αἰσχύνομαι μὲν γὰρ πάντα διηγούμενος· πλὴν ἀλλ' ὅμως ἐρῶ τὰς ὄρνεις τὰς ἀπὸ Φάσιδος, τοὺς ζωμοὺς τοὺς χύδην μιγνυμένους, τὰ ὑγρὰ, τὰ ξηρὰ ἐδέσματα, τοὺς περὶ τούτων 58.660 κειμένους νόμους. Καθάπερ γάρ τινα πόλιν οἰκοῦντες, καὶ στρατόπεδα διατάττοντες, οὕτω καὶ οὗτοι, τὸ καὶ τὸ πρῶτον, καὶ τὸ καὶ τὸ δεύτερον νομοθετοῦσι καὶ κατατάττουσι. Καὶ οἱ μὲν πρῶτον ὄρνεις ἐπ' ἀνθράκων ὠπτημένας, ἔνδοθεν μεμεστωμένας ἰχθύων εἰσάγουσιν· ἕτεροι δὲ ἄλλοθεν τὰ προοίμια ποιοῦνται τῶν παρανόμων τούτων δείπνων· καὶ ἅμιλλα πολλὴ περὶ τούτων, καὶ ὑπὲρ ποιότητος, καὶ ὑπὲρ τάξεως, καὶ ὑπὲρ πλήθους· καὶ φιλοτιμοῦνται ἐφ' οἷς κατορύττεσθαι ἔδει, οἱ μὲν ὅτι τὸ ἥμισυ τῆς ἡμέρας ἀνάλωσαν, οἱ δὲ πᾶσαν αὐτὴν, οἱ δὲ ὅτι καὶ τὴν νύκτα προσέθηκαν λέγοντες· Ἴδε τὸ μέτρον, ταλαίπωρε, τῆς γαστρὸς, καὶ αἰσχύνθητι τὴν ἄμετρον σπουδήν. Ἀλλ' οὐδὲν τοιοῦτον παρὰ τοῖς ἀγγέλοις ἐκείνοις· ἀλλὰ καὶ αὗται πᾶσαι αἱ ἐπιθυμίαι νεκραί. Οὐ γὰρ εἰς πλησμονὴν καὶ τρυφὴν, ἀλλ' εἰς χρείαν αὐτοῖς αἱ τροφαί. Οὐκ ὀρνίθων ἐκεῖ θηραταὶ, οὐδὲ ἰχθύων, ἀλλ' ἄρτος καὶ ὕδωρ. Ἡ δὲ σύγχυσις αὕτη, καὶ ὁ θόρυβος, καὶ αἱ ταραχαὶ, πάντα ἐκποδὼν ἐκεῖθεν, καὶ ἀπὸ τοῦ δωματίου, καὶ ἀπὸ τοῦ σώματος, καὶ πολὺς ὁ λιμήν· παρὰ δὲ τούτοις πολλὴ ἡ ζάλη. Ἀνάῤῥηξον σὺν τῷ λόγῳ τὴν γαστέρα τῶν τὰ τοιαῦτα σιτουμένων, καὶ ὄψει τὸν πολὺν φορυτὸν, καὶ τὸν ἀκάθαρτον ὀχετὸν, καὶ τὸν κεκονιαμένον τάφον. Τὰ δὲ μετὰ ταῦτα καὶ αἰσχύνομαι εἰπεῖν, τὰς ἐρυγὰς τὰς ἀηδεῖς, τοὺς ἐμέτους, τὰς κάτωθεν, τὰς ἄνωθεν ἐκκρίσεις. Ἀλλὰ καὶ ταύτας ἴθι καὶ βλέπε νεκρὰς τὰς ἐπιθυμίας ἐκεῖ, καὶ τοὺς ἀπὸ τούτων σφοδροτέρους ἔρωτας· τοὺς τῶν ἀφροδισίων λέγω. Καὶ γὰρ καὶ τούτους ὄψει πάντας ἐῤῥιμμένους μετὰ τῶν ἵππων, μετὰ τῶν σκευοφόρων. Σκευοφόρος γὰρ καὶ ὅπλον καὶ ἵππος αἰσχρᾶς πράξεως ῥῆμά ἐστιν αἰσχρόν. Ἀλλ' ὄψει ἵππον ὁμοῦ καὶ ἀναβάτην τοιοῦτον, καὶ ὅπλα κείμενα· ἐκεῖ δὲ τοὐναντίον ἅπαν, καὶ ψυχὰς νεκρὰς ἐῤῥιμμένας. Οὐκ ἐπὶ τῆς τραπέζης δὲ μόνον ἡ νίκη λαμπρὰ τοῖς ἁγίοις ἐκείνοις, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων· ἐπὶ τῶν χρημάτων, ἐπὶ τῆς δόξης, ἐπὶ τῆς βασκανίας, ἐπὶ τῶν νοσημάτων ἁπάντων. Ἆρά σοι οὐ δοκεῖ τοῦτο ἐκείνου τοῦ στρατοπέδου ἰσχυρότερον εἶναι, καὶ ἡ τράπεζα βελτίων; Καὶ τίς ἀντερεῖ; Οὐδεὶς, οὐδὲ αὐτῶν ἐκείνων, κἂν σφόδρα μαινόμενος ᾖ. Αὕτη μὲν γὰρ εἰς οὐρανὸν παραπέμπει, ἐκείνη δὲ εἰς γέενναν ἕλκει· ταύτην ὁ διάβολος διατάττεται, ἐκείνην δὲ ὁ Χριστός· ταύτην τρυφὴ νομοθετεῖ καὶ ἀκολασία, ἐκείνην δὲ φιλοσοφία καὶ σωφροσύνη· ἐνταῦθα ὁ Χριστὸς παραγίνεται, ἐκεῖ δὲ ὁ διάβολος. Ἔνθα γὰρ μέθη, διάβολος· ἔνθα αἰσχρὰ ῥήματα, ἔνθα πλησμονὴ, ἐκεῖ δαίμονες χορεύουσι. Τοιαύτην εἶχε τράπεζαν ὁ πλούσιος ἐκεῖνος· διὰ τοῦτο οὐδὲ σταγόνος ὕδατος κύριος ἦν. Ἀλλ' οὐχ οὗτοι τοιαύτην, ἀλλὰ τὰ τῶν ἀγγέλων ἤδη μελετῶσιν. Οὐ γαμοῦσιν, οὐδὲ γαμίσκονται, οὐδὲ καθεύδουσιν ἄρδην, οὐδὲ τρυφῶσιν· ἀλλὰ πλὴν ὀλίγων τινῶν καὶ ἀσώματοι γεγόνασι. Τίς οὖν ἐστιν οὕτως εὐκόλως νικῶν τοὺς ἐχθροὺς, ὡς ἀριστοποιούμενος τρόπαιον ἱστᾷν; ∆ιὰ τοῦτο καὶ ὁ προφήτης φησίν· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. Οὐ γὰρ ἄν τις ἁμάρτοι καὶ περὶ ταύτης τοῦτο εἰπὼν τὸ λόγιον τῆς τραπέζης. Οὐδὲν γὰρ οὕτω θλίβει ψυχὴν, ὡς ἐπιθυμία ἄτοπος, καὶ τρυφὴ, καὶ μέθη, καὶ τὰ ἐκ τούτων κακά· καὶ τοῦτο ἴσασιν οἱ πεῖραν εἰληφότες καλῶς. Εἰ δὲ μάθοις καὶ πόθεν αὕτη συλλέγεται ἡ τράπεζα, καὶ πόθεν ἐκείνη, τότε ὄψει καλῶς ἑκατέρας τὸ διάφορον. Πό