437
58.661 θεν οὖν αὕτη συλλέγεται; Ἀπὸ μυρίων δακρύων, ἀπὸ χηρῶν πλεονεκτουμένων, ἀπὸ ὀρφανῶν ἁρπαζομένων· ἡ δὲ ἀπὸ πόνων δικαίων. Καὶ ἔοικεν αὕτη μὲν ἡ τράπεζα γυναικὶ καλῇ καὶ εὐειδεῖ, οὐδενὸς τῶν ἔξωθεν δεομένῃ, ἀλλὰ φυσικὸν ἐχούσῃ τὸ κάλλος· ἐκείνη δὲ, πόρνῃ τινὶ αἰσχρᾷ καὶ δυσειδεῖ, πολλὰ μὲν ἐπιτρίμματα ἐχούσῃ, οὐκ ἰσχυούσῃ δὲ συσκιάσαι τὴν ἀμορφίαν, ἀλλ' ὅσῳ ἂν ἐγγὺς γίνηται, μᾶλλον ἐλεγχομένη. Καὶ γὰρ καὶ αὕτη ὅταν ἐγγυτέρω γένηται τοῦ συγγινομένου, τότε δείκνυσι τὸ αἶσχος μᾶλλον. Μὴ γάρ μοι ἀνιόντας ἴδῃς τοὺς δαιτυμόνας, ἀλλὰ καὶ κατιόντας, καὶ τότε αὐτῆς ὄψει τὴν αἰσχρότητα. Ἐκείνη μὲν γὰρ τοὺς συγγινομένους, ἅτε ἐλευθέρα οὖσα, οὐδὲν ἀφίησιν αἰσχρὸν εἰπεῖν· αὕτη δὲ οὐδὲν σεμνὸν, ἅτε πόρνη οὖσα καὶ ἠτιμωμένη. Αὕτη τὸ χρήσιμον ζητεῖ τοῦ συνόντος αὐτῇ· ἐκείνη δὲ τὸ ἐπιβλαβές. Καὶ ἡ μὲν οὐκ ἀφίησι προσκροῦσαι Θεῷ· ἡ δὲ οὐκ ἀφίησι μὴ προσκροῦσαι. Ἀπίωμεν τοίνυν πρὸς ἐκείνους. Ἐκεῖθεν εἰσόμεθα πόσοις δεσμοῖς ἐσμεν περιβεβλημένοι· ἐκεῖθεν εἰσόμεθα τράπεζαν παρατίθεσθαι μυρίων γέμουσαν ἀγαθῶν, ἡδίστην, ἀδάπανον, φροντίδος ἀπηλλαγμένην, 58.662 φθόνου καὶ βασκανίας καὶ νόσου πάσης ἐλευθέραν, καὶ χρηστῆς γέμουσαν ἐλπίδος, καὶ πολλὰ τὰ τρόπαια ἔχουσαν. Οὐκ ἔστι θόρυβος ψυχῆς ἐκεῖ, οὐκ ἔστι λύπη, οὐκ ἔστιν ὀργή· πάντα γαλήνη, πάντα εἰρήνη. Μὴ γάρ μοι τὴν σιγὴν τῶν διακονούντων εἴπῃς ἐν ταῖς τῶν πλουσίων οἰκίαις, ἀλλὰ τὴν κραυγὴν τῶν ἀριστοποιουμένων· οὐ τὴν πρὸς ἀλλήλους λέγω (καὶ αὕτη μὲν γὰρ καταγέλαστος), ἀλλὰ τὴν ἔνδον, τὴν ἐν τῇ ψυχῇ, τὴν πολλὴν ἐπάγουσαν αἰχμαλωσίαν, τοὺς θορύβους τῶν λογισμῶν, τὴν ζάλην, τὸν ζόφον, τὸν χειμῶνα· δι' ὧν ἅπαντα μίγνυται καὶ συγχεῖται, καὶ νυκτομαχίᾳ τινὶ προσέοικεν. Ἀλλ' οὐκ ἐν ταῖς σκηναῖς τῶν μοναχῶν τοιαῦτα ἀλλὰ πολλὴ ἡ γαλήνη, πολλὴ ἡ ἡσυχία. Κἀκείνην μὲν ὕπνος θανάτῳ προσεοικὼς διαδέχεται τὴν τράπεζαν, ταύτην δὲ νῆψις καὶ ἀγρυπνία· ἐκείνην κόλασις, ταύτην οὐρανῶν βασιλεία καὶ τὰ ἀθάνατα βραβεῖα. Ταύτην τοίνυν διώκωμεν, ἵνα καὶ τῶν καρπῶν αὐτῆς ἀπολαύσωμεν ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.661 ΟΜΙΛΙΑ ΟΑʹ. Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες, ὅτι ἐφίμωσε τοὺς Σαδ δουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό· καὶ ἐπηρώ τησεν εἷς ἐξ αὐτῶν νομικὸς, πειράζων αὐτὸν, καὶ λέγων· ∆ιδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
αʹ. Πάλιν τὴν αἰτίαν τίθησιν ὁ εὐαγγελιστὴς, δι' ἢν ἔδει σιγῆσαι, καὶ τὴν
θρασύτητα τὴν ἐκείνων κἀντεῦθεν ἐνδείκνυται. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἐπιστομισθέντων ἐκείνων οὗτοι πάλιν ἐπιτίθενται. ∆έον γὰρ κἀντεῦθεν ἡσυχάζειν, οἱ δὲ ἐπαγωνίζονται τοῖς προτέροις, καὶ προβάλλονται τὸν νομικὸν, οὐ μαθεῖν βουλόμενοι, ἀλλὰ ἀπόπειραν ποιούμενοι· καὶ ἐρωτῶσι, Ποία ἐντολὴ πρώτη; Ἐπειδὴ γὰρ ἡ πρώτη αὕτη ἦν, τὸ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· προσδοκῶντές τινα λαβὴν παρέξειν αὐτοῖς, ὡς ἐπιδιορθωσόμενον αὐτὴν, διὰ τὸ καὶ αὐτὸν δεικνύναι ἑαυτὸν Θεὸν, προβάλλονται τὴν ἐρώτησιν. Τί οὖν ὁ Χριστός; ∆εικνὺς ὅθεν ἦλθον ἐπὶ ταῦτα, ἀπὸ τοῦ μηδεμίαν ἔχειν ἀγάπην, ἀπὸ τοῦ φθόνῳ τήκεσθαι, ἀπὸ τοῦ ζηλοτυπίᾳ ἁλίσκεσθαι, φησίν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· αὕτη πρώτη καὶ μεγάλη ἐντολή. ∆ευτέρα δὲ ὁμοία ταύτῃ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. ∆ιατί δὲ, Ὁμοία ταύτης; Ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ παρ' αὐτῆς συγκροτεῖται πάλιν. Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· καὶ πάλιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Καὶ τί ἀπὸ τούτου; ∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Καὶ πάλιν· Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία