439
υἱότητος, καὶ τὸ ὁμότιμον τὸ πρὸς τὸν Πατέρα μαρτυροῦντα. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται· ἀλλ' ὥστε καὶ φοβῆσαι καὶ τὸ ἑξῆς ἐπάγει λέγων· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται. Καὶ ἵνα μὴ λέγωσιν, ὅτι κολακεύων αὐτὸν οὕτως ἐκάλεσε, καὶ ἀνθρωπίνη ἡ ψῆφος αὕτη, ὅρα τί φησι· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ; Ὅρα πῶς ὑφειμένως εἰσάγει τὴν περὶ αὐτοῦ ψῆφον καὶ δόξαν. Πρότερον εἶπε, Τί ὑμῖν δοκεῖ; τίνος υἱός ἐστιν; ὥστε δι' ἐρωτήσεως εἰς ἀπόκρισιν αὐτοὺς ἀγαγεῖν. Εἶτα ἐπειδὴ εἶπον, Τοῦ ∆αυῒδ, οὐκ εἶπε· Καὶ μὴν ὁ ∆αυῒδ τάδε φησὶν, ἀλλὰ πάλιν ἐν τάξει ἐρωτήσεως· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ; ὥστε μὴ προσστῆναι αὐτοῖς τὰ λεγόμενα. ∆ιὸ οὐδὲ εἶπε, Τί ὑμῖν δοκεῖ περὶ ἐμοῦ, ἀλλὰ, Περὶ τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑφειμένως διελέγοντο, λέγοντες· Ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας περὶ τοῦ πατριάρχου ∆αυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Καὶ αὐτὸς ὁμοίως διὰ τοῦτο ὡς ἐν ἐρωτήσεως τάξει καὶ συλλογισμοῦ τὸ δόγμα εἰσάγει, λέγων· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; καὶ πάλιν· Εἰ οὖν ∆αυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοῦ υἱὸς, ἄπαγε· οὐ γὰρ ἂν Πέτρῳ ἐπετίμησε διὰ τοῦτο· ἀλλὰ τὴν ἐκείνων ὑπόνοιαν διορθούμενος. Ὥστε ὅταν λέγῃ, Πῶς υἱὸς αὐτοῦ ἐστι; τοῦτο 58.664 λέγει· Οὐχ οὕτως ὡς ὑμεῖς φατε. Ἐκεῖνοι γὰρ ἔλεγον, ὅτι μόνον υἱὸς αὐτοῦ ἐστι, καὶ οὐχὶ καὶ Κύριος. Καὶ τοῦτο μετὰ τὴν μαρτυρίαν, καὶ τότε ὑφειμένως· Εἰ οὖν ∆αυῒδ Κύριον αὐτὸν καλεῖ, πῶς υἱὸς αὐτοῦ ἐστιν; Ἀλλ' ὅμως καὶ ταῦτα ἀκούσαντες, οὐδὲν ἀπεκρίναντο· οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν. ∆ιὸ αὐτὸς ἐπάγει λέγων, ὅτι Κύριος αὐτοῦ ἐστι. Μᾶλλον δὲ οὐδὲ τοῦτο αὐτὸ ἀπολελυμένως, ἀλλὰ τὸν προφήτην μεθ' ἑαυτοῦ παραλαβὼν, διὰ τὸ σφόδρα ἀπιστεῖσθαι ὑπ' αὐτῶν, καὶ διαβεβλῆσθαι παρ' αὐτοῖς. Ὃ δὴ μάλιστα χρὴ σκοποῦντας, κἂν ταπεινὸν καὶ ὑφειμένον τι λέγηται παρ' αὐτοῦ, μὴ σκανδαλίζεσθαι· ἡ γὰρ αἰτία αὕτη, μετὰ καὶ ἑτέρων πλειόνων, τὸ συγκαταβαίνοντα ἐκείνοις διαλέγεσθαι. ∆ιὸ καὶ νῦν ἐν τάξει μὲν πεύσεως καὶ ἀποκρίσεως δογματίζει· αἰνίττεται δὲ καὶ οὕτω τὴν ἀξίαν αὐτοῦ. Οὐ γὰρ ἦν ἴσον ἀκοῦσαι Ἰουδαίων Κύριον, καὶ τοῦ ∆αυΐδ. Σὺ δέ μοι σκόπει καὶ τὸ εὔκαιρον. Ὅτε γὰρ εἶπεν, Εἷς ἐστι Κύριος, τότε καὶ περὶ αὐτοῦ εἶπεν, ὅτι Κύριός ἐστι, καὶ ἀπὸ προφητείας, οὐκέτι ἀπὸ ἔργων μόνον. Καὶ δείκνυσιν αὐτὸν ὑπὲρ αὐτοῦ ἀμυνόμενον αὐτοὺς τὸν Πατέρα· Ἕως ἂν θῶ γὰρ, φησὶ, τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· καὶ πολλὴν κἀντεῦθεν ὁμόνοιαν τοῦ γεγεννηκότος πρὸς αὐτὸν καὶ τιμήν. Καὶ τοῦτο τὸ τέλος ἐπιτίθησι τῶν πρὸς αὐτοὺς διαλέξεων, ὑψηλὸν καὶ μέγα καὶ ἱκανὸν αὐῶν ἀποῤῥάψαι τὰ στόματα. Καὶ γὰρ ἐσίγησαν ἐξ ἐκείνου, οὐχ ἑκόντες, ἀλλὰ τῷ μηδὲν ἔχειν εἰπεῖν· καὶ οὕτω καιρίαν ἐδέξαντο πληγὴν, ὡς μηκέτι τολμῆσαι τοῖς αὑτοῖς ἐπιχειρῆσαι λοιπόν. Οὐδεὶς γὰρ, φησὶν, ἐτόλμησεν ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐπερωτῆσαι αὐτόν. Οὐ μικρὸν δὲ τοῦτο τοὺς ὄχλους ὠφέλει. ∆ιὸ καὶ πρὸς αὐτοὺς λοιπὸν τρέπει τὸν λόγον, ἀποστήσας τοὺς λύκους, καὶ ἀποκρουσάμενος αὐτῶν τὰς ἐπιβουλάς. Ἐκεῖνοι γὰρ οὐδὲν ἐκέρδαινον, ὑπὸ κενοδοξίας ἁλόντες, καὶ εἰς τὸ δεινὸν τοῦτο πάθος ἐμπεσόντες. ∆εινὸν γὰρ τὸ πάθος καὶ πολυκέφαλον· οἱ μὲν γὰρ ἀρχῆς διὰ ταύτην. οἱ δὲ χρημάτων, οἱ δὲ ἰσχύος ἐρῶσιν. Ὁδῷ δὲ βαδίζουσα καὶ ἐπὶ ἐλεημοσύνην ἔρχεται, καὶ νηστείαν, καὶ εὐχὰς, καὶ διδασκαλίαν· καὶ πολλαὶ αἱ τοῦ θηρίου τούτου κεφαλαί. Ἀλλὰ τὸ μὲν ἐπὶ τοῖς ἄλλοις ἐκείνοις κενοδοξεῖν, θαυμαστὸν οὐδέν· τὸ δὲ ἐπὶ νηστείᾳ καὶ εὐχῇ, τοῦτό ἐστι τὸ ξένον καὶ δακρύων μεστόν. Ἀλλ' ἵνα μὴ πάλιν ἐγκαλῶμεν μόνον, φέρε καὶ τὸν τρόπον, δι' οὗ ταύτην φευξόμεθα, εἴπωμεν. Πρὸς τίνας οὖν ἀποδυσόμεθα πρώτους; πρὸς τοὺς ἐπὶ χρήμασιν ἢ τοὺς ἐπὶ ἱματίοις, ἢ τοὺς ἐπὶ ἀρχαῖς, ἢ τοὺς ἐπὶ διδασκαλίαις. ἢ τοὺς ἐπὶ τέχναις, ἢ τοὺς ἐπὶ σώματι, ἢ τοὺς ἐπὶ κάλλει, ἢ τοὺς ἐπὶ καλλωπισμοῖς, ἢ τοὺς ἐπὶ ὠμότητι, ἢ τοὺς ἐπὶ φιλανθρωπίᾳ καὶ ἐλεημοσύνῃ, ἢ τοὺς