441
κατὰ τὸ ἐλεεῖν; γενοῦ οὖν αὐτῷ ὅμοιος, καὶ κατὰ τὸ μὴ ἐπιδείκνυσθαι. Καὶ γὰρ ἔλεγε θεραπεύων, ἵνα μηδενὶ εἴπωσιν. Ἀλλὰ βούλει ἐλεήμων κληθῆναι παρὰ τοῖς ἀνθρώποις; καὶ τί τὸ κέρδος; Τὸ κέρδος μὲν οὐδὲν, ἡ δὲ ζημία ἄπειρος. Αὐτοὶ γὰρ οὗτοι, οὓς εἰς μαρτυρίαν καλεῖς, λῃσταὶ γίνονται τῶν θησαυρῶν τῶν ἐν οὐρανοῖς· μᾶλλον δὲ οὐχ οὗτοι, ἀλλ' ἡμεῖς, οἱ τὰ ἡμέτερα συλῶντες, καὶ σκορπίζοντες τὰ ἄνω κείμενα. Ὢ τῆς καινῆς συμφορᾶς καὶ τοῦ ἀλλοκότου τούτου πάθους! Ὅπου σὴς οὐκ ἀφανίζει, οὐδὲ κλέπτης διορύττει, κενοδοξία σκορπίζει. Οὗτος ὁ σὴς τῶν ἐκεῖ θησαυρῶν· οὗτος ὁ κλέπτης τῆς εὐπορίας τῆς ἐν οὐρανοῖς· οὗτος τὸν ἄσυλον ὑποσύρει πλοῦτον· τοῦτο πάντα λυμαίνεται καὶ διαφθείρει. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος, ὅτι καὶ λῃσταῖς καὶ σκώληκι καὶ ταῖς ἄλλαις ἐπιβουλαῖς ἀνάλωτον τὸ χωρίον ἐκεῖνο, διὰ κενοδοξίας ὑποσύρει τὸν πλοῦτον. δʹ. Ἀλλὰ δόξης ἐπιθυμεῖς; Εἶτα οὐκ ἀρκεῖ σοι ἡ παρ' αὐτοῦ τοῦ λαμβάνοντος, ἡ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ἀλλὰ καὶ τῆς παρὰ ἀνθρώπων ἐρᾷς; Ὅρα μὴ τοὐναντίον ὑπομείνῃς· μή τίς σου καταγνῷ ὡς οὐκ ἐλεοῦντος, ἀλλ' ἐκπομπεύοντος καὶ φιλοτιμουμένου, ὡς ἐκτραγωδοῦντος τὰς ἀλλοτρίας συμφοράς. Καὶ γὰρ μυστήριόν ἐστιν ἡ ἐλεημοσύνη. Κλεῖσον τοίνυν τὰς θύρας, ἵνα μή τις ἴδῃ ἅπερ ἐπιδεῖξαι οὐ θέμις. Καὶ γὰρ τὰ μυστήρια τὰ ἡμέτερα τοῦτο μάλιστά ἐστιν, ἐλεημοσύνη καὶ φιλανθρωπία Θεοῦ. Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ ὄντας ἡμᾶς ἀπειθεῖς ἠλέησε. Καὶ ἡ πρώτη δὲ δέησις ἐλέους γέμει, ὅταν ὑπὲρ τῶν ἐνεργουμένων παρακαλῶμεν· καὶ ἡ δευτέρα πάλιν, ὑπὲρ ἑτέρων τῶν ἐν μετανοίᾳ, πολὺ τὸ ἔλεος ἐπιζητοῦσα· καὶ ἡ τρίτη δὲ πάλιν, ὑπὲρ ἡμῶν αὐτῶν, καὶ αὕτη τὰ παιδία τὰ ἄμωμα τοῦ δήμου προβάλλεται, τὸν Θεὸν ἐπὶ ἔλεον παρακαλοῦντα. Ἐπειδὴ γὰρ αὐτοὶ κατεγνώκαμεν ἑαυτῶν ἁμαρτήματα, ὑπὲρ μὲν τῶν πολλὰ ἡμαρτηκότων καὶ ἐγκληθῆναι ὀφειλόντων αὐτοὶ βοῶμεν· ὑπὲρ δὲ ἡμῶν αὐτῶν οἱ παῖδες, ὧν τῆς ἁπλότητος τοὺς ζηλωτὰς ἡ βασιλεία τῶν οὐρανῶν μένει. Ὁ γὰρ τύπος οὗτος τοῦτο ἐνδείκνυται, ὅτι οἱ κατ' ἐκείνους τοὺς παῖδας ταπεινοὶ καὶ ἄπλαστοι, οὗτοι μάλιστα δύνανται ἐξαιτεῖσθαι τοὺς ὑπευθύνους. Αὐτὸ δὲ τὸ μυστήριον πόσου ἐλέου, πόσης φιλανθρωπίας, ἴσασιν οἱ μεμνημένοι. Καὶ σὺ τοίνυν κατὰ δύναμιν τὴν σὴν ἐλεῶν ἄνθρωπον, ἀπόκλεισον τὰς θύρας· αὐτὸς ὁ ἐλεούμενος ἰδέτω μόνος· εἰ δὲ οἷόν τε, μηδὲ οὗτος. Ἂν δὲ ἀναπετάσῃς, ἐκπομπεύεις σου τὸ μυστήριον. Ἐννόησον ὅτι καὶ αὐτὸς ἐκεῖνος, οὗ τὴν δόξαν ἐπιζητεῖς, καὶ αὐτός σου καταγνώσεται· κἂν μὲν φίλος ᾖ, παρ' ἑαυτῷ σου κατηγορήσει· ἂν δὲ ἐχθρὸς, καὶ παρ' ἑτέροις σε κωμῳδήσει. Καὶ τἀναντία ὑπομενεῖς ὧν ἐπιθυμεῖς. Σὺ μὲν γὰρ ἐπιθυμεῖς, ἵνα εἴπῃ; ὅτι Ὁ ἐλεήμων· αὐτὸς δὲ οὐκ ἐρεῖ τοῦτο, ἀλλ' ὁ κενόδοξος, ὁ ἀνθρωπ 58.667 άρεσκος, καὶ ἕτερα πολὺ τούτων χαλεπώτερα. Ἂν δὲ κρύψῃς, πάντα ἐρεῖ τἀναντία τούτοις, Ὁ φιλάνθρωπος, ὁ ἐλεήμων. Οὐ γὰρ ἀφίησιν ὁ Θεὸς κρυβῆναι· ἀλλ' ἐὰν σὺ κρύψῃς, ἐκεῖνος κατάδηλον ποιήσει, καὶ μεῖζον τὸ θαῦμα, καὶ πλέον τὸ κέρδος. Ὥστε καὶ πρὸς τοῦτο αὐτὸ τὸ δοξάζεσθαι ἐναντίον ἡμῖν τὸ ἐπιδείκνυσθαι· πρὸς γὰρ ὃ σπεύδομεν καὶ ἐπειγόμεθα, πρὸς τοῦτο μάλιστα ἡμῖν αὑτὸ τοῦτο ἀνθίσταται. Οὐ γὰρ μόνον ἐλεήμονος 58.668 δόξαν οὐ λαμβάνομεν, ἀλλὰ καὶ τὴν ἐναντίαν· καὶ πρὸς ταύτῃ πολλὴν καὶ τὴν ζημίαν ὑπομένομεν. Πάντων οὖν ἕνεκεν ἀπεχώμεθα ταύτης, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐρῶμεν μόνης. Οὕτω γὰρ καὶ τῆς ἐνταῦθα ἐπιτευξόμεθα δόξης, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.667 ΟΜΙΛΙΑ ∆Βʹ. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθη ταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.