442
αʹ. Τότε, πότε; Ὅτε ταῦτα εἶπεν· ὅτε αὐτοὺς ἐπεστόμισεν· ὅτε ἔστησεν εἰς τὸ
μηκέτι τολμᾷν πειράζειν αὐτόν· ὅτε ἔδειξεν ἀνιάτως ἔχοντας. Καὶ ἐπειδὴ κυρίου καὶ κυρίου ἐμνημόνευσε, πάλιν ἐπὶ τὸν νόμον ἀνατρέχει. Καίτοιγε ὁ νόμος τοιοῦτον οὐδὲν εἶπε, φησίν· ἀλλὰ Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Ἀλλὰ νόμον ἡ Γραφὴ τὴν Παλαιὰν ἅπασαν καλεῖ. Ταῦτα δὲ λέγει, δεικνὺς διὰ πάντων τὴν πολλὴν πρὸς τὸν γεγεννηκότα ὁμόνοιαν. Εἰ γὰρ ἐναντίος ἦν, τοὐναντίον ἂν εἶπε περὶ τοῦ νόμου· νῦν δὲ τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυσθαι κελεύει τὴν αἰδῶ, ὡς καὶ διεφθαρμένων ὄντων τῶν διδασκόντων αὐτὸν, ἐκείνου κελεύειν ἀντέχεσθαι. Ἐνταῦθα δὲ καὶ περὶ βίου καὶ περὶ πολιτείας διαλέγεται, ἐπειδὴ τοῦτο μάλιστα αἴτιον τῆς ἀπιστίας αὐτοῖς ἦν, ὁ διεφθαρμένος βίος, καὶ ὁ τῆς δόξης ἔρως. ∆ιορθούμενος τοίνυν τοὺς ἀκροατὰς, ὃ πρῶτον μάλιστά ἐστιν εἰς σωτηρίαν συντελοῦν, τὸ τῶν διδασκάλων μὴ καταφρονεῖν, μηδὲ κατεξανίστασθαι τῶν ἱερέων, τοῦτο ἐκ περιουσίας κελεύει. Οὐ κελεύει δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς ποιεῖ. Καὶ γὰρ διεφθαρμένους ὄντας οὐ κατάγει ἀπὸ τῆς τιμῆς· ἐκείνοις μὲν πλέον τὸ κρίμα ἐργαζόμενος, τοῖς δὲ μαθητευομένοις οὐδεμίαν παραλιμπάνων παρακοῆς πρόφασιν. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι Ἐπειδὴ φαῦλος ὁ διδάσκαλος, διὰ τοῦτο ῥᾳθυμότερος γέγονα· καὶ ταύτην ἀναιρεῖ τὴν πρόφασιν. Οὕτω γοῦν αὐτῶν ἔστησε τὴν ἀρχὴν, καίτοι πονηρῶν ὄντων, ὡς καὶ μετὰ τοσαύτην κατηγορίαν εἰπεῖν· Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Οὐ γὰρ τὰ ἑαυτῶν λέγουσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ, ἃ διὰ Μωϋσέως ἐνομοθέτησε. Καὶ σκόπει πόσῃ περὶ τὸν Μωϋσέα κέχρηται τιμῇ, πάλιν τὴν πρὸς τὴν Παλαιὰν συμφωνίαν ἐνδεικνύμενος, ὅπου γε καὶ ἐντεῦθεν αὐτοὺς αἰδεσίμους ποιεῖ. Ἐπὶ γὰρ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτοὺς ἀπὸ βίου ἀξιοπίστους ποιῆσαι, ἀπὸ τῶν ἐγχωρούντων τοῦτο ποιεῖ, τῆς καθέδρας καὶ τῆς ἐκείνου διαδοχῆς. Πάντα δὲ ὅταν ἀκούσῃς, μὴ πᾶσαν ἄκουε τὴν νομοθεσίαν· οἷον, τὰ περὶ βρωμάτων, τὰ περὶ θυσιῶν, καὶ ὅσα τοιαῦτα· πῶς γὰρ ἔμελλε ταῦτα λέγειν, ἃ προλαβὼν ἀνεῖλεν; ἀλλὰ Πάντα φησὶ τὰ διορθοῦντα ἦθος, καὶ βελτίω ποιοῦντα τρόπον, καὶ τοῖς τῆς Καινῆς συμβαίνοντα νόμοις, καὶ οὐκ ἀφιέντα λοιπὸν ὑπὸ τὸν τοῦ νόμου ζυγὸν εἶναι. ∆ιατί οὖν οὐκ ἀπὸ τοῦ νόμου τῆς χάριτος ταῦτα θεσπίζει, ἀλλ' ἀπὸ τοῦ Μωϋσέως; Ὅτι οὐδέπω καιρὸς ἦν πρὸ τοῦ σταυροῦ ταῦτα σαφῶς διαλέγεσθαι. Ἐμοὶ δὲ δοκεῖ πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι προ 58.668.10 οικονομεῖν, ταῦτα λέγων. Ἐπειδὴ γὰρ μέλλει κατηγορεῖν αὐτῶν, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις τῆς ἀρχῆς αὐτῶν ταύτης ἐρᾷν, ἢ δι' ἀπέχθειαν ταῦτα ποιεῖν, πρῶτον τοῦτο ἀναιρεῖ, καὶ ἀνύποπτον ἑαυτὸν ποιήσας, τότε ἄρχεται τῆς κατηγορίας. Καὶ τίνος ἕνεκεν αὐτοὺς ἐλέγχει, καὶ μακροὺς λοιπὸν ἀποτείνει λόγους κατ' αὐτῶν; Προφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Οὐδὲ γὰρ ὅμοιον ἀπαγορεύειν, καὶ τοὺς πταίσαντας δεικνύναι· ὥσπερ οὐχ ὅμοιον παραινεῖν τὰ δέοντα, καὶ τοὺς κατορθοῦντας εἰς μέσον ἄγειν. ∆ιὰ τοῦτο καὶ προλαβών φησι· Κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἵνα γὰρ μὴ νομίσωσι διὰ τὸ ἀκούειν αὐτῶν, δεῖν αὐτοὺς καὶ ζηλοῦν, ταύτῃ κέχρηται τῇ ἐπιδιορθώσει, καὶ τὴν δοκοῦσαν αὐτῶν τιμὴν εἶναι κατηγορίαν ποιεῖται. Τί γὰρ διδασκάλου γένοιτ' ἂν ἀθλιώτερον, ὅταν τοὺς μαθητὰς τὸ μὴ προσέχειν αὐτοῦ τῷ βίῳ διασώζῃ; Ὥστε ἡ δοκοῦσα αὐτῶν εἶναι τιμὴ, μεγίστη κατηγορία ἐστὶν, ὅταν τοιοῦτον φαίνωνται βίον ἔχοντες, ὃν οἱ ζηλοῦντες διαφθείρονται. ∆ιὰ τοῦτο καὶ εἰς τὰς κατ' αὐτῶν ἐμπίπτει κατηγορίας. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα δείξῃ, ὅτι καὶ ἡ προτέρα ἀπιστία ἢν ἠπίστησαν, καὶ ὁ σταυρὸς ὁ μετὰ ταῦτα ὃν ἐτόλμησαν, οὐ τοῦ σταυρωθέντος καὶ ἀπιστηθέντος ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης κατηγορία. Θέα δὲ πόθεν ἄρχεται, καὶ πόθεν αὔξει τὰ ἐγκλήματα; Ὅτι λέγουσι, φησὶ, καὶ οὐ ποιοῦσιν. Ἕκαστος μὲν γὰρ ἐγκλημάτων ἄξιος, παραβαίνων τὸν νόμον, μάλιστα δὲ ὁ διδασκαλίας αὐθεντίαν ἔχων· διπλῇ γὰρ