443
καὶ τριπλῇ δίκαιος κατακρίνεσθαι. ∆ι' ἓν μὲν, ὅτι παραβαίνει· δι' ἕτερον δὲ, ὅτι τοὺς ἄλλους ὀφείλων διορθοῦν, εἶτα χωλεύων, μείζονος τιμωρίας ἄξιος διὰ τὴν τιμήν· τρίτον δὲ, ὅτι καὶ διαφθείρει μειζόνως, ἅτε ἐν διδασκάλου τάξει τοιαῦτα παρανομῶν. Μετὰ δὲ τούτων καὶ ἕτερον αὐτῶν πάλιν λέγει κατηγόρημα, ὅτι πικροί εἰσι τοῖς ὑπευθύνοις. ∆εσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ τιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων· τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά. ∆ιπλῆν ἐνταῦθα λέγει κακίαν, τὸ πολλὴν μὲν καὶ ἄκραν ἀπαιτεῖν ἀσυγγνώστως παρὰ τῶν ἀρχομένων βίου ἀκρίβειαν, πολλὴν δὲ ἑαυτοῖς ἐπιτρέπειν τὴν ἄδειαν· ὧν τοὐναντίον τὸν ἄριστον ἄρχοντα ἔχειν χρή· ἐν μὲν τοῖς καθ' ἑαυτὸν, ἀσύγγνωστον εἶναι καὶ πικρὸν δικαστήν· ἐν δὲ τοῖς τῶν ἀρχομένων, συγγνωμονικὸν καὶ ἥμερον· ὧν οὗτοι τὸ ἐναντίον ἐποίουν. βʹ. Τοιοῦτοι γὰρ πάντες οἱ λόγοις φιλοσοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ἅτε ἄπειροι τῆς δι' ἔργων δυσκολίας. Οὐ μικρὰ δὲ καὶ αὕτη κακία, οὐδὲ ὡς ἔτυχεν, ἐπιτείνει τὴν ἔμπροσθεν κατηγορίαν. Σὺ δέ μοι σκόπει, πῶς καὶ τοῦτο αὔξει τὸ ἔγκλημα. Οὐ γὰρ εἶ 58.669 πεν, Οὐ δύνανται, ἀλλ' Οὐ θέλουσι· καὶ οὐκ εἶπε. Βαστάσαι, ἀλλὰ ∆ακτύλῳ κινῆσαι, τουτέστιν, Οὐδὲ ἐγγὺς γενέσθαι, οὐδὲ ἅψασθαι. Ἀλλὰ ποῦ σπουδαῖοι καὶ εὔτονοι; Ἐν τοῖς κεκωλυμένοις. Πάντα γὰρ τὰ ἔργα αὐτῶν ποιοῦσι, φησὶ, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Εἰς κενοδοξίαν αὐτοὺς διαβάλλων ταῦτα λέγει, ὅπερ αὐτοὺς ἀπώλεσε. Τὰ μὲν γὰρ ἔμπροσθεν ὠμότητος καὶ ῥᾳθυμίας· ταῦτα δὲ, δοξομανίας. Τοῦτο ἀπέστησεν αὐτοὺς τοῦ Θεοῦ· τοῦτο ἐν ἑτέρῳ θεάτρῳ ἀγωνίζεσθαι παρεσκεύασε, καὶ διέφθειρεν. Οἵους γὰρ ἄν τις ἔχῃ τοὺς θεατὰς, ἐπεὶ τούτοις ἐσπούδακεν ἀρέσκειν, τοιούτους ἐπιδείκνυται καὶ τοὺς ἀγῶνας· καὶ ὁ μὲν ἐν γενναίοις παλαίων, τοιαῦτα καὶ τὰ ἀγωνίσματα μέτεισιν· ὁ δὲ ἐν ψυχροῖς καὶ ἀναπεπτωκόσι, καὶ αὐτὸς ῥᾳθυμότερος γίνεται. Οἷον, ἔχει τις θεατὴν γέλωτι χαίροντα; γίνεται γελωτοποιὸς καὶ αὐτὸς, ἵνα τέρπῃ τὸν θεατήν· ἕτερος σπουδαῖον καὶ φιλοσοφοῦντα; σπουδάζει καὶ αὐτὸς τοιοῦτος εἶναι, ἐπειδὴ τοιαύτη τοῦ ἐπαινοῦντος ἡ γνώμη. Ὅρα δὲ πάλιν καὶ ἐνταῦθα μετ' ἐπιτάσεως τὸ ἔγκλημα. Οὐδὲ γὰρ τὰ μὲν οὕτω, τὰ δὲ ἑτέρως ποιοῦσιν· ἀλλὰ πάντα ἁπλῶς οὕτως. Εἶτα ἐγκαλέσας αὐτοῖς κενοδοξίαν, δείκνυσιν οὐδὲ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγκαίοις κενοδοξοῦντας· (οὐδὲ γὰρ εἶχον, ἀλλ' ἔρημοι ἦσαν κατορθωμάτων·) ἀλλ' ἐπὶ ψυχροῖς καὶ εὐτελέσι, καὶ ἃ τῆς κακίας αὐτῶν τεκμήρια ἦν, τὰ φυλακτήρια, τὰ κράσπεδα. Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, φησὶ, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν. Καὶ τίνα ταῦτά ἐστι τὰ φυλακτήρια καὶ τὰ κράσπεδα; Ἐπειδὴ συνεχῶς ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἐκέλευσεν ἐγγραφῆναι βιβλίοις μικροῖς τὰ θαύματα αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· (διὸ καὶ ἔλεγεν· Ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς σου·) ἃ φυλακτήρια ἐκάλουν· ὡς πολλαὶ νῦν τῶν γυναικῶν Εὐαγγέλια τῶν τραχήλων ἐξαρτῶσαι ἔχουσι. Καὶ ἵνα καὶ ἑτέρωθεν πάλιν ὑπομιμνήσκωνται, ὃ πολλοὶ πολλάκις ποιοῦσιν, ὡς ἐπιλανθανόμενοι λίνῳ ἢ κρόκῃ τὸν δάκτυλον ἀποδεσμοῦντες, τοῦτο ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε ποιεῖν, κλῶσμα ὑακίνθινον ἐπὶ τῶν ἱματίων περὶ τὴν ᾤαν τὴν περὶ τοὺς πόδας ἀποῤῥάπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκωνται τῶν ἐντολῶν· καὶ ἐκαλεῖτο κράσπεδα. Ἐν τούτοις τοίνυν ἦσαν σπουδαῖοι, τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κράσπεδα μεγαλοποιοῦντες· ὅπερ ἐσχάτης κενοδοξίας ἦν. Τίνος γὰρ ἕνεκεν φιλοτιμῇ, καὶ πλατύνεις ταῦτα; μὴ γὰρ κατόρθωμά σου τοῦτό ἐστι; μὴ γάρ τί σε ὀνίνησιν, ἂν μὴ τὰ ἀπ' αὐτῶν κερδάνῃς; Οὐ γὰρ τὸ μεγαλύνειν ταῦτα καὶ πλατύνειν ὁ Θεὸς ζητεῖ, ἀλλὰ τὸ μεμνῆσθαι τῶν αὐτοῦ κατορθωμάτων. Εἰ δὲ ἐπὶ ἐλεημοσύνῃ καὶ νηστείᾳ, καίτοι ἐπιπόνοις καὶ κατορθώμασιν οὖσιν ἡμετέροις, φιλοτιμεῖσθαι οὐ δεῖ· πῶς σὺ τούτοις ἐναβρύνῃ, ὦ Ἰουδαῖε, ἃ μάλιστά σου κατηγορεῖ ῥᾳθυμίαν; Οἱ δὲ οὐκ ἐν τούτοις μόνοις, ἀλλὰ καὶ ἐν ἑτέροις μικροῖς ταῦτα ἐνόσουν. Φιλοῦσι γὰρ, φησὶ, τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ