448
τοῦτο λύσσαν. Τοῦτο γὰρ αἴτιον πάντων τῶν κακῶν αὐτοῖς γέγονε, τὸ πρὸς ἐπίδειξιν πάντα ποιεῖν. Τοῦτο καὶ τῆς πίστεως αὐτοὺς ἀπήγαγε, καὶ τῆς ὄντως ἀρετῆς ἀμελεῖν παρεσκεύασε, καὶ περὶ καθάρσια ἀσχολεῖσθαι σωματικὰ μόνα ἔπειθε, τῶν τῆς ψυχῆς καθαρμῶν ἀμελοῦντας. ∆ιὰ δὴ τοῦτο ἄγων αὐτοὺς εἰς τὴν ὄντως ἀρετὴν, καὶ τὰ καθάρσια τῆς ψυχῆς, ἐλέου καὶ κρίσεως καὶ πίστεως μέμνηται. Ταῦτα γὰρ τὰ συνέχοντα ἡμῶν τὴν ζωὴν, ταῦτα τὰ καθαίροντα τὴν ψυχὴν, δικαιοσύνη, φιλανθρωπία, ἀλήθεια· ἡ μὲν εἰς συγγνώμην ἡμᾶς ἄγουσα, καὶ μὴ ἀφιεῖσα χαλεποὺς μεθ' ὑπερβολῆς εἶναι τοῖς ἁμαρτάνουσι, καὶ ἀσυγγνώστους· (οὕτω γὰρ διπλῇ κερδανοῦμεν, φιλάνθρωποί τε γινόμενοι, καὶ φιλανθρωπίας ἐντεῦθεν πολλῆς καὶ αὐτοὶ παρὰ τοῦ τῶν ὅλων ἀπολαύοντες Θεοῦ·) καὶ παρασκευάζουσα συναλγεῖν τε τοῖς ἐπηρεαζομένοις καὶ ἀμύνειν αὐτοῖς· ἡ δὲ οὐκ ἐῶσα ἀπατεῶνας εἶναι καὶ ὑπούλους. Ἀλλ' οὔτε ὅταν λέγῃ, Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι, ὡς νομικὴν παρατήρησιν εἰσάγων λέγει· ἄπαγε· τοῦτο γὰρ ἀπεδείξαμεν ἔμπροσθεν· οὔτε ἐπὶ τῆς παροψίδος καὶ τοῦ ποτηρίου εἰπὼν, Καθάρισον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρὸν, ἐπὶ τὴν παλαιὰν ἡμᾶς ἄγει μικρολογίαν· ἀλλὰ τοὐναντίον μὲν οὖν, ἅπαντα ποιεῖ δεικνὺς αὐτὴν περιττὴν οὖσαν. Οὐ γὰρ εἶπε, Καὶ τὸ ἔξωθεν καθαρίσατε, ἀλλὰ, Τὸ ἔνδον· καὶ πάντως ἕπεται τούτῳ ἐκεῖνο. Ἄλλως δὲ, οὐδὲ περὶ ποτηρίου καὶ παροψίδος λέγει, ἀλλὰ περὶ ψυχῆς καὶ σώματος διαλέγεται· τὸ μὲν ἔξω τὸ σῶμα καλῶν, τὸ δὲ ἔνδον τὴν ψυχήν. Εἰ δὲ ἐπὶ τῆς παροψίδος τοῦ ἔνδον χρεία, πολλῷ μᾶλλον ἐπὶ σοῦ. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε, φησί· τὰ μικρὰ καὶ ἔξω φυλάττοντες, τῶν μεγάλων καὶ ἔνδον ἀμελεῖτε· ὅθεν μεγίστη γίνεται βλάβη, ὅτι νομίζοντες τὸ πᾶν κατωρθωκέναι, τῶν λοιπῶν καταφρονεῖτε· καταφρονοῦντες δὲ, οὐδὲ σπουδάζετε ἢ ἐπιχειρεῖτε αὐτὰ κατορθοῦν. Εἶτα πάλιν εἰς κενοδοξίαν αὐτοὺς σκώπτει, τάφους κεκονιαμένους καλῶν, καὶ πᾶσιν ἐπιλέγων, Ὑποκριταί· ὃ πάντων αἴτιόν ἐστι τῶν κακῶν, καὶ ἀπωλείας αὐτοῖς ὑπόθεσις. Οὐχ ἁπλῶς δὲ τάφους κεκονιαμένους ἐκάλεσεν, ἀλλὰ καὶ ἀκαθαρσίας γέμειν καὶ ὑποκρίσεως ἔφησε. Ταῦτα δὲ ἔλεγε, δεικνὺς τὴν αἰτίαν, δι' ἣν οὐκ ἐπίστευσαν, ὅτι μεστοὶ ἦσαν ὑποκρίσεως καὶ ἀνομίας. Ταῦτα δὲ οὐχ ὁ Χριστὸς μόνον, ἀλλὰ καὶ οἱ προφῆται συνεχῶς ἐγκαλοῦσιν, ὅτι ἁρπάζουσιν, ὅτι οὐ κρίνουσιν οἱ ἄρχοντες αὐτῶν κατὰ τὸν τοῦ δικαίου λόγον· καὶ πανταχοῦ εὕροις ἂν τὰς μὲν θυσίας ἐκβαλλομένας, ταῦτα δὲ ἐπιζητούμενα. Ὥστε οὐδὲν ξένον, οὐδὲ καινὸν, οὔτε τῆς νομοθεσίας, οὔτε τῆς κατηγορίας· ἀλλ' οὐδὲ τὸ τῆς εἰκόνος τοῦ τάφου. Μέμνηται γὰρ αὐτῆς ὁ προφήτης, οὐδὲ αὐτὸς ἁπλῶς τάφον καλέσας, ἀλλὰ Τάφον ἀνεῳγμένον τὸν λάρυγγα αὐτῶν. Τοιοῦτοι καὶ νῦν εἰσι πολλοὶ ἄνθρωποι, καλλωπιζόμενοι μὲν ἔξωθεν, πάσης δὲ ἀνομίας ἔνδον πεπληρωμένοι. Καὶ γὰρ καὶ νῦν τῶν μὲν 58.676 ἔξωθεν καθαρμῶν πολὺς ὁ τρόπος, πολλὴ ἡ φροντίς· τῶν δὲ κατὰ ψυχὴν οὐδὲ εἷς. Ἀλλ' εἴγε τὸ ἑκάστου συνειδὸς ἀναῤῥήξειέ τις, πολλοὺς τοὺς σκώληκας καὶ τὸν ἰχῶρα εὑρήσει, καὶ δυσωδίαν ἄφατον· ἐπιθυμίας ἀτόπους λέγω καὶ πονηρίας, αἳ σκωλήκων εἰσὶν ἀκαθαρτότεραι. γʹ. Ἀλλὰ τὸ μὲν ἐκείνους τοιούτους εἶναι, οὐχ οὕτω δεινὸν, καίπερ ὃν δεινόν· τὸ δὲ ὑμᾶς, τοὺς καταξιωθέντας ναοὺς γενέσθαι Θεοῦ, τάφους ἐξαίφνης γενέσθαι, τοσαύτην ἔχοντας δυσωδίαν, τοῦτο ἀθλιότητος ἐσχάτης. Ἔνθα ὁ Χριστὸς κατοικεῖ, καὶ Πνεῦμα ἅγιον ἐνήργησε, καὶ μυστήρια τοσαῦτα, τάφον εἶναι τοῦτον, πόσης τοῦτο ἀθλιότητος; πόσων θρήνων καὶ ὀδυρμῶν, ὅταν τὰ μέλη τοῦ Χριστοῦ τάφος ἀκαθαρσίας γένηται; Ἐννόησον πῶς ἐγεννήθης, τίνων κατηξιώθης, οἵαν ἔλαβες στολὴν, πῶς ναὸς κατεσκευάσθης ἀῤῥαγὴς, πῶς καλός· οὐ χρυσῷ καλλωπισθεὶς, οὐδὲ μαργαρίταις, ἀλλὰ τῷ τούτων τιμιωτέρῳ πνεύματι. Ἐννόησον ὅτι οὐδεὶς τάφος ἐν πόλει κατασκευάζεται· οὐκοῦν οὐδὲ σὺ εἰς τὴν ἄνω φανῆναι δυνήσῃ πόλιν. Εἰ γὰρ ἐνταῦθα τοῦτο ἀπείρηται, πολλῷ μᾶλλον ἐκεῖ. Μᾶλλον δὲ καὶ ἐνταῦθα πᾶσιν εἶ καταγέλαστος, νεκρὰν περιφέρων ψυχήν· οὐ