450
παρ' ἐμοί. Ἀκούσατε τῶν γυναικῶν, αἳ περιῆγον μετὰ τῶν ἀποστόλων, ἀνδρεῖον ἀναλαβοῦσαι φρόνημα, τῆς Πρισκίλλης, τῆς Περσίδος, τῶν ἄλλων· ὧν αἱ παροῦσαι γυναῖκες τοσοῦτον ἀπέχουσιν, ὅσον οἱ ἄνδρες τῶν ἀνδρῶν. δʹ. Τότε μὲν γὰρ καὶ ἀποδημοῦσαι οὐκ ἐλάμβανον δόξαν πονηράν· νῦν δὲ καὶ ἐν θαλάμῳ τρεφόμεναι μόλις ταύτην διαφεύγουσι τὴν ὑποψίαν. Ταῦτα δὲ ἀπὸ τῶν καλλωπισμῶν γίνεται καὶ τῆς τρυφῆς. Τότε ἐκείναις ἔργον ἦν, αὐξῆσαι τὸ κήρυγμα· νῦν δὲ εὐειδεῖς καὶ καλὰς φανῆναι, καὶ εὐπροσώπους. Τοῦτο ἡ δόξα αὐταῖς, τοῦτο ἡ σωτηρία· τὰ δὲ ὑψηλὰ καὶ μεγάλα κατορθώματα οὐδὲ ὄναρ φροντίζουσι. Τίς γυνὴ σπουδὴν ἐποιήσατο ἄνδρα βελτίω ποιῆσαι; τίς ἀνὴρ ταύτην ἔθετο τὴν φροντίδα, ὥστε γυναῖκα διορθώσασθαι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ τῇ μὲν γυναικὶ πᾶσα σπουδὴ περὶ χρυσίων ἐπιμέλειαν, καὶ ἱματίων, καὶ τῶν λοιπῶν τοῦ σώματος καλλωπισμῶν, καὶ ὥστε τὴν οὐσίαν αὐξῆσαι· τῷ δὲ ἀνδρὶ καὶ αὕτη καὶ ἕτεραι πλείους, πᾶσαι μέντοι βιωτικαί. Τίς 58.678 μέλλων γαμεῖν, τρόπον ἐξήτασε καὶ ἀνατροφὴν κόρης; Οὐδείς· ἀλλὰ χρήματα εὐθέως καὶ κτήματα, καὶ μέτρα οὐσίας ποικίλης καὶ διαφόρου, καθάπερ τι πρίασθαι μέλλων, ἢ συνάλλαγμά τι κοινὸν ἐπιτελεῖν. ∆ιὰ τοῦτο καὶ οὕτω καλοῦσι τὸν γάμον. Πολλῶν γὰρ ἤκουσα λεγόντων· Συνήλλαξεν ὁ δεῖνα τῇ δεῖνι, τουτέστιν, Ἔγημε. Καὶ εἰς τὰς τοῦ Θεοῦ δωρεὰς ἐνυβρίζουσι, καὶ ὥσπερ ὠνούμενοι καὶ πωλοῦντες, οὕτω γαμοῦσι καὶ γαμοῦνται. Καὶ γραμματεῖα πλείονος ἀσφαλείας δεόμενα, ἢ τὰ περὶ πράσεως καὶ ἀγορασίας. Μάθετε πῶς οἱ παλαιοὶ ἐγάμουν, καὶ ζηλώσατε. Πῶς οὖν ἐγάμουν ἐκεῖνοι; Τρόπους ἐζήτουν καὶ ἤθη, καὶ ψυχῆς ἀρετήν. ∆ιὰ τοῦτο γραμμάτων αὐτοῖς οὐκ ἔδει, οὐδὲ τῆς ἀπὸ χάρτου καὶ μέλανος ἀσφαλείας· ἤρκει γὰρ ἀντὶ πάντων αὐτοῖς ὁ τῆς νύμφης τρόπος. Παρακαλῶ τοίνυν καὶ ὑμᾶς, μὴ χρήματα ἐπιζητεῖν καὶ περιουσίαν, ἀλλὰ τρόπον καὶ ἐπιείκειαν. Ζήτησον εὐλαβῆ καὶ φιλόσοφον κόρην· καὶ μυρίων ταῦτά σοι βελτίω θησαυρῶν ἔσται. Ἂν τὰ τοῦ Θεοῦ ζητῇς, καὶ ταῦτα ἥξει· ἂν δὲ ἐκεῖνα παραδραμὼν ἐπὶ ταῦτα τρέχῃς, οὐδὲ ταῦτα ἕψεται. Ἀλλ' ὁ δεῖνα, φησὶν, ἀπὸ γυναικὸς εὔπορος γέγονεν. Οὐκ αἰσχύνῃ τοιαῦτα παραδείγματα φέρων; Μυριάκις γενοίμην πένης, πολλῶν ἤκουσα λεγόντων, ἢ παρὰ γυναικὸς λάβοιμι πλοῦτον. Τί γὰρ ἀηδέστερον ἐκείνου τοῦ πλούτου; τί δὲ ταύτης πικρότερον τῆς εὐπορίας; τί δὲ αἰσχρότερον τοῦ ἐπίσημον εἶναι ἐντεῦθεν, καὶ λέγεσθαι παρὰ πάντων, Ὁ δεῖνα ἀπὸ γυναικὸς εὔπορος γέγονε; Τὰς γὰρ ἔνδον ἀηδίας ἀφίημι, ὅσα ἐκ τούτου συμβαίνειν ἀνάγκη· τὸ φρόνημα τῆς γυναικὸς, τὴν δουλοπρέπειαν, τὰς μάχας, τὰ τῶν οἰκετῶν ὀνείδη· Ὁ πένης, ὁ ῥακοδύτης, ὁ ἄτιμος καὶ ἐξ ἀτίμων· τί γὰρ ἔχων ἦλθεν; οὐ γὰρ πάντα τῆς κυρίας; Ἀλλ' οὐδέν σοι μέλει τῶν ῥημάτων τούτων· οὐδὲ γὰρ ἐλεύθερος εἶ. Ἐπεὶ καὶ οἱ παράσιτοι τούτων καταδεέστερα ἀκούουσι, καὶ οὐκ ἀλγοῦσιν· οὐκοῦν οὐδὲ οὗτοι, ἀλλὰ καὶ ἐγκαλλωπίζονται τῇ αἰσχύνῃ· καὶ ὅταν ταῦτα λέγωμεν αὐτοῖς, Ἔστω, φησὶν, ἡδύ τι καὶ γλυκὺ, καὶ ἀποπνιγέτω με. Ὢ τοῦ διαβόλου! οἵας παροιμίας εἰσήγαγε τῷ βίῳ, ὁλόκληρον τὴν ζωὴν τῶν τοιούτων ἀνατρέψαι δυναμένας! Ὅρα γοῦν αὐτὴν ταύτην τὴν διαβολικὴν καὶ ὀλέθριον ῥῆσιν, ὅσης γέμει τῆς ἀπωλείας. Οὐδὲν γὰρ ἄλλο φησὶν, ἀλλ' ἢ ταυτὶ τὰ ῥήματα· Μηδείς σοι τοῦ σεμνοῦ, μηδείς σοι τοῦ δικαίου λόγος ἔστω· πάντα ἐῤῥίφθω ἐκεῖνα· ἓν μόνον ζήτησον, τὴν ἡδονήν. Κἂν ἄγχῃ σε τὸ πρᾶγμα, αἱρετὸν ἔστω· κἂν πάντες ἐμπτύωσιν οἱ ἀπαντῶντες, κἂν τῇ ὄψει προστρίβωνται βόρβορον, κἂν ὡς κύνα ἐλαύνωσι, πάντα φέρε. Καὶ τί ἂν ἄλλο χοῖροι φωνὴν λαβόντες εἶπον; τί δὲ κύνες οἱ ἀκάθαρτοι; Τάχα δὲ οὐδ' ἂν ἐκεῖνοι τοιαῦτα ἐφθέγξαντο, οἷα ἀνθρώπους ἔπεισεν ὁ διάβολος λυττᾷν. ∆ιὸ παρακαλῶ, τὴν ἀναισθησίαν συνειδότας τῶν τοιούτων ῥημάτων, φεύγειν τὰς τοιαύτας παροιμίας, καὶ τὰς ἀπὸ τῆς Γραφῆς ἐκλέγειν ἀπεναντίας αὐταῖς οὔσας. Τίνες δέ εἰσιν αὗται; Μὴ πορεύου, φησὶν, ὀπίσω τῆς ἐπιθυμίας τῆς ψυχῆς σου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κω 58.679 λύου. Καὶ περὶ πόρνης πάλιν φησὶν ἀπεναντίας τῇ παροιμίᾳ ταύτῃ· Μὴ