452
ἑαυτῶν ἀπολογούμενοι, οἷον ὅτι Οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν· (οἱ γὰρ τοῦ ∆εσπότου μὴ ἀπεχόμενοι, πῶς ἂν τῶν δούλων ἀπέσχοντο;) καταφορικωτέρῳ τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, ὄφεις καλῶν καὶ γεννήματα ἐχιδνῶν, καὶ λέγων· Πῶς φεύξεσθε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, καὶ τοιαῦτα τολμῶντες, καὶ ἀρνούμενοι, καὶ τὴν γνώμην κρύπτοντες; Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς ἐλέγχων ἐκ περιουσίας, φησὶν, ὅτι Ἀποστελῶ πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐν ταῖς συναγωγαῖς ὑμῶν μαστιγώσετε. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ τὸν ∆εσπότην ἐσταυρώσαμεν, ἀλλὰ τῶν δούλων ἀπεσχόμεθα ἂν, εἰ ἦμεν τότε· Ἰδοὺ, φησὶ, καὶ δούλους ὑμῖν ἀποστέλλω, προφήτας καὶ αὐτοὺς, καὶ οὐδὲ αὐτῶν φείσεσθε. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι οὐδὲν ξένον σφαγῆναι αὐτὸν ὑπὸ τῶν υἱῶν ἐκείνων, φονικῶν τε ὄντων καὶ ὑπούλων, καὶ πολὺ τὸ δολερὸν ἐχόντων, καὶ νικώντων τοὺς πατέρας τοῖς τολμήμασι. Πρὸς δὲ τοῖς εἰρημένοις δείκνυσιν αὐτοὺς καὶ σφόδρα κενοδοξοῦντας. Καὶ γὰρ ὅταν λέγωσιν, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν, κενοδοξοῦντες λέγουσι, καὶ ἐν λόγοις φιλοσοφοῦντες μόνον, ἐν δὲ τοῖς ἔργοις τὰ ἐναντία πράττουσιν. Ὄφεις, γεννήματα ἐχιδνῶν· τουτέστι, Πονηροὶ πονηρῶν παῖδες, καὶ τῶν γεννησαμένων πονηρότεροι. ∆είκνυσι γὰρ αὐτοὺς μείζονα τολμῶντας, τῷ τε μετ' ἐκείνους τολμῆσαι, καὶ τῷ πολλῷ χαλεπώτερα ἐκείνων, καὶ ταῦτα ἀκριβολογουμένους, ὡς οὐκ ἄν ποτε τοῖς αὐτοῖς περιέπεσον. Αὐτοὶ γὰρ καὶ τὸ τέλος ἐπάγουσι. καὶ τὴν κορωνίδα τῶν κακῶν. Οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν ἀμπελῶνα ἐλθόντας ἀπέκτειναν· οὗτοι δὲ καὶ τὸν υἱὸν, καὶ τοὺς ἐπὶ γάμον καλοῦντας. Ταῦτα δὲ λέγει, τῆς συγγενείας αὐτοὺς ἀφιστὰς τῆς τοῦ Ἀβραὰμ, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐντεῦθεν αὐτοῖς τὸ κέρδος, ἂν μὴ τὰ ἔργα μιμήσωνται. ∆ιὸ καὶ ἐπάγει· Πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, ἐκείνους μιμούμενοι τοὺς τὰ τοιαῦτα τετολμηκότας; Ἐνταῦθα δὲ αὐτοὺς καὶ τῆς Ἰωάννου κατηγορίας ἀνέμνησε· καὶ γὰρ ἐκεῖνος οὕτως αὐτοὺς ἐκάλεσε· καὶ τῆς μελλούσης ὑπέμνησε κρίσεως. Εἶτα ἐπειδὴ οὐδὲν αὐτοὺς ἐφόβει κρίσις καὶ γέεννα, τῷ μὴ πιστεύειν, καὶ τῷ μέλλειν τὸ πρᾶγμα, ἀπὸ τῶν παρόντων αὐτοὺς καταστέλλει, καί φησι· ∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ μαστιγώσετε· ὅπως ἔλθῃ ἐφ' ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ 58.681 Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. βʹ. Ὅρα ἐκ πόσων αὐτοὺς ἠσφαλίσατο; Εἶπεν, ὅτι Καταγινώσκετε τῶν πατέρων ὑμῶν, δι' ὧν λέγετε, ὅτι Οὐκ ἂν ἐκοινωνήσαμεν αὐτοῖς· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐντρέψαι. Εἶπεν, ὅτι Καταγινώσκοντες χείρονα πράττετε καὶ ὑμεῖς· καὶ τοῦτο δὲ ἱκανὸν αὐτοὺς καταισχῦναι. Εἶπεν, ὅτι Οὐκ ἀτιμωρητὶ ταῦτα ἔσται, καὶ φόβον ἐντεῦθεν αὐτοῖς ἐντίθησιν ἄφατον· ἀνέμνησε γοῦν αὐτοὺς τῆς γεέννης. Εἶτα ἐπειδὴ ἔμελλεν ἐκείνη, ἐπέστησεν αὐτοῖς καὶ παρόντα τὰ δεινά· Ἥξει γὰρ ταῦτα πάντα, φησὶν, ἐπὶ τὴν γενεὰν ταύτην. Προσέθηκε καὶ σφοδρότητα ἄφατον τῇ τιμωρίᾳ, εἰπὼν ὅτι πάντων χαλεπώτερα πείσονται· καὶ οὐδενὶ τούτων ἐγένοντο βελτίους. Εἰ δὲ λέγοι τις· Καὶ τί δήποτε χαλεπώτερα πάσχουσι πάντων; Εἴποιμεν ἂν, ὅτι καὶ πάντων χαλεπώτερα τετολμήκασι, καὶ οὐδενὶ τῶν γεγενημένων ἐσωφρονίσθησαν. Ἢ οὐκ ἤκουσας τοῦ Λάμεχ λέγοντος· Ἐκ Λάμεχ ἐκδεδίκηται ἑβδομηκοντάκις ἑπτά; τουτέστι, Πλειόνων ἐγὼ ἄξιος τιμωριῶν ἢ ὁ Κάϊν. Τί δήποτε; Καίτοι οὐκ ἀδελφὸν ἀνεῖλεν· ἀλλ' ὅτι οὐδὲ τῷ παραδείγματι ἐσωφρονίσθη. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Θεὸς ἀλλαχοῦ· Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με· οὐχ ὡς τῶν ἄλλοις τολμηθέντων ἑτέρων διδόντων δίκας, ἀλλ' ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέντας μὴ γενομένων βελτιόνων, ἀλλὰ τὰ αὐτὰ πεπλημμεληκότων, καὶ ἐκείνων τὰς τιμωρίας ὑποσχεῖν ὄντων δικαίων. Σκόπει δὲ