455
τούτων, χαλεποί τε αὐτοῖς γινόμεθα, καὶ φύλακας παρακαθιστῶμεν, τοὺς οὐδὲ βουλομένοις αὐτοῖς τὴν οἰκείαν πληροῦν ἐπιθυμίαν ἐπιτρέποντας· κἂν εἴπωσιν οἱ ἐπιμελόμενοι τούτων, φάρμακα δεῖν πολλῆς κατασκευασθῆναι τιμῆς, εἴκομεν· κἂν ὁτιοῦν ἐπιτάξωσι, πειθόμεθα, καὶ μισθοὺς αὐτοῖς τῶν προσταγμάτων τούτων τελοῦμεν. Ὅταν δὲ ἡμεῖς κάμνωμεν· μᾶλλον δὲ οὐκ ἔστιν ὅτε οὐ κάμνομεν· οὐδὲ ἰατρὸν εἰσάγομεν, οὐ χρήματα ἀναλίσκομεν, ἀλλ' ὥσπερ δημίου τινὸς καὶ ἐχθροῦ καὶ πολεμίου κειμένου, οὕτω τῆς ψυχῆς ἀμελοῦμεν. Καὶ ταῦτα λέγω, οὐκ ἐγκαλῶν τῇ θεραπείᾳ τῇ περὶ τοὺς οἰκέτας, ἀλλ' ἀξιῶν κἂν τοσαύτην τῆς ψυχῆς τῆς ἡμετέρας ποιήσασθαι ἐπιμέλειαν. Καὶ πῶς ἂν ποιησαίμεθα; φησίν. Ἐπίδειξον αὐτὴν Παύλῳ νοσοῦσαν· εἰσάγαγε Ματθαῖον· παρακάθισον Ἰωάννην. Ἄκουσον παρ' αὐτῶν τί δεῖ ποιεῖν τὸν οὕτω κάμνοντα· πάντως ἐροῦσι, καὶ οὐκ ἀποκρύψονται. Οὐ γὰρ δὴ τεθνήκασιν, ἀλλὰ ζῶσι καὶ φθέγγονται. Ἀλλ' οὐ προσέχει, τῷ πυρετῷ κατεχομένη; Κατανάγκασον αὐτὴν σὺ, καὶ τὸ λογικὸν αὐτῆς διέγειρον. Εἰσάγαγε τοὺς προφήτας. Οὐκ ἔστι χρήματα τοῖς ἰατροῖς καταθεῖναι τούτοις· οὔτε γὰρ αὐτοὶ μισθὸν ὑπὲρ αὐτῶν ἀπαιτοῦσιν, οὔτε ὑπὲρ φαρμάκων, ὧν κατασκευάζουσιν, εἰς ἀνάγκην σε δαπάνης ἐμβάλλουσι, πλὴν τῆς ἐλεημοσύνης· ἐν τοῖς ἄλλοις δὲ καὶ προσδιδόασιν οἷον, ὅταν κελεύωσι σωφρονῆσαι, ἀπαλλάττουσί σε ἀκαίρων καὶ ἀτόπων ἀναλωμάτων· ὅταν ἀπέχεσθαι μέθης, εὐπορώτερόν σε ποιοῦσιν. Εἶδες ἰατρῶν τέχνην, μετὰ ὑγείας καὶ χρήματα παρεχόντων; Παρακάθισον τοίνυν αὐτοῖς, καὶ μάθε παρ' αὐτῶν τοῦ νοσήματός σου τὴν φύσιν. Οἷον, ἐρᾷς χρημάτων πολλάκις καὶ πλεονεξίας, ὥσπερ οἱ πυρέττοντες ψυχροῦ; Ἄκουσον γοῦν τί παραινοῦσιν. Ὥσπερ γὰρ ὁ ἰατρός σοί φησιν· Ἐὰν χαρίσῃ τῇ ἐπιθυμίᾳ, ἀπολῇ, καὶ τὸ καὶ τὸ ὑποστήσῃ· οὕτω καὶ Παῦλος· Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα τοῦ διαβόλου, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἀλλ' ἀκαρτέρητος εἶ; Ἄκουσον αὐτοῦ λέγοντος· Ἔτιμικρὸν, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε· καὶ πάλιν· Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐδὲ γὰρ ἐπιτάττει μόνον, ἀλλὰ καὶ παραμυθεῖται, ὡς ἰατρός. Καὶ ὥσπερ ἐκεῖνοι ἀντὶ ψυχρῶν ἕτερά τινα ἐπινοοῦσιν, οὕτω καὶ οὗτος μετοχετεύει τὴν ἐπιθυμίαν. Βούλει πλουτεῖν; φησίν. Ἐν ἔργοις ἀγαθοῖς. Ἐπιθυμεῖς θησαυρίζειν; Οὐδὲν κωλύω· μόνον ἐν οὐρανοῖς. Καὶ ὥσπερ ὁ ἰατρὸς λέγει, ὅτι τὸ ψυχρὸν βλαβερὸν ὀδοῦσι, νεύροις, ὀστέοις· οὕτω καὶ αὐτὸς, συντομώτερον μὲν, ἅτε βραχυλογίας ἐπιμελούμενος, σαφέστερον δὲ πολλῷ καὶ δυνατώτερον· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία, φησί. Τίνι οὖν δεῖ χρήσασθαι; Λέγει καὶ τοῦτο· Τῇ αὐταρκείᾳ ἀντὶ πλεονεξίας. Ἔστι γὰρ πορισμὸς μέγας, φησὶν, ἡ αὐτάρκεια μετ' εὐσεβείας. Εἰ δὲ δυσανασχετεῖς, καὶ πλειόνων ἐπιθυμεῖς, καὶ οὔπω χωρεῖς ῥῖψαι τὰ περιττὰ πάντα, λέγει καὶ τῷ οὕτως ἀῤῥώστῳ, καὶ τούτοις πῶς χρήσασθαι δεῖ. Ἵνα οἱ χαί 58.685 ροντες ἐπὶ κτήμασιν, ὡς μὴ χαίροντες ὦσιν· καὶ οἱ ἔχοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι. Εἶδες οἷα ἐπιτάττει; Βούλει καὶ ἕτερον ἐπεισαγάγω τούτῳ ἰατρόν; Ἔμοιγε δοκεῖ. Οὐδὲ γάρ εἰσιν οὗτοι οἱ ἰατροὶ καθάπερ οἱ τῶν σωμάτων, οἳ πολλάκις ἀντιφιλοτιμούμενοι ἀλλήλοις κατέδυσαν τὸν ἀῤῥωστοῦντα. Ἀλλ' οὐχ οὗτοι· πρὸς γὰρ τὴν τῶν καμνόντων ὑγίειαν, οὐ πρὸς τὴν οἰκείαν ὁρῶσι φιλοτιμίαν. Μὴ τοίνυν αὐτῶν δείσῃς τὸ πλῆθος· εἷς ἐν ἅπασι φθέγγεται ∆ιδάσκαλος ὁ Χριστός. εʹ. Ὅρα γοῦν εἰσελθόντα πάλιν ἕτερον, καὶ χαλεπὰ λέγοντα περὶ τοῦ νοσήματος τούτου· μᾶλλον δὲ τὸν ∆ιδάσκαλον δι' αὐτοῦ· Οὐ δύνασθε γὰρ Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ναὶ, φησί· καὶ πῶς ταῦτα ἔσται; πῶς τῆς ἐπιθυμίας παυσόμεθα; Ἐντεῦθεν καὶ τοῦτο ἔστι μαθεῖν. Καὶ πῶς εἰσόμεθα; Ἄκουσον αὐτοῦ καὶ τοῦτο λέγοντος· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύττουσι καὶ κλέπτουσιν. Εἶδες πῶς ἀπὸ τοῦ τόπου, ἀπὸ τῶν