457
τοσαῦτα ἀφανισθήσεται κάλλη, καὶ ὕλης πολυτέλεια, καὶ τέχνης ποικιλία ἄφατος· οὐκέτι λοιπὸν περὶ ἐρημίας ἁπλῶς αὐτοῖς διαλέγεται, ἀλλὰ παντελῆ προαναφωνεῖ τὸν ἀφανισμόν. Οὐ βλέπετε γὰρ ταῦτα πάντα, φησι, καὶ θαυμάζετε καὶ ἐκπλήττεσθε; Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Πῶς οὖν ἔμεινε; φησί. Καὶ τί τοῦτο, Οὐδὲ γὰρ οὕτω διέπεσεν ἡ ἀπόφασις. Ἢ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ, 58.686 ταῦτα ἔλεγεν· ἢ κατ' ἐκεῖνον τὸν τόπον, ἔνθα ἦν. Ἔστι γὰρ αὐτοῦ μέρη μέχρι τῶν θεμελίων ἠφανισμένα. Μετὰ δὲ τούτων κἀκεῖνο ἂν εἴποιμεν, ὅτι ἐκ τῶν γεγενημένων καὶ περὶ τῶν λειψάνων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δεῖ πείθεσθαι, ὡς τέλεον ἀπολουμένων. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν προσῆλθον οἱ μαθηταὶ κατ' ἰδίαν, λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; ∆ιὰ τοῦτο κατ' ἰδίαν προσῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. Καὶ γὰρ ὤδινον μαθεῖν τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ, διὰ τὸ σφόδρα ἐπιθυμεῖν τὴν δόξαν ἐκείνην ἰδεῖν τὴν μυρίων οὖσαν ἀγαθῶν αἰτίαν. Καὶ δύο ταῦτα ἐρωτῶσιν αὐτόν· Πότε ταῦτα ἔσται; τουτέστιν, ἡ τοῦ ναοῦ κατασκαφή· καὶ, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας; Ὁ δὲ Λουκᾶς ἔν φησιν εἶναι τὸ ἐρώτημα, τὸ περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. Ὁ δὲ Μάρκος οὐδὲ πάντας αὐτούς φησιν ἐρω 58.687 τῆσαι περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ἀλλὰ Πέτρον καὶ Ἰωάννην, ἅτε πλείονα παῤῥησίαν ἔχοντας. Τί οὖν αὐτός; Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. Ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ' οὔπω τὸ τέλος. Ἐπειδὴ γὰρ ὡς περὶ ἀλλοτρίας τιμωρίας ἀκούοντες τῆς ἐπαγομένης τῇ Ἱερουσαλὴμ διέκειντο, καὶ ὡς ἕξω θορύβων ἐσόμενοι, καὶ τὰ ἀγαθὰ μόνα ὠνειροπόλουν, καὶ αὐτίκα μάλα αὐτὰ ἀπαντήσεσθαι προσεδόκων· διὰ τοῦτο πάλιν αὐτοῖς χαλεπὰ προαναφωνεῖ, ἐναγωνίους ποιῶν, καὶ κελεύων διπλῇ νήφειν, ὡς μήτε ὑπὸ τῆς ἀπάτης τῶν παραλογιζομένων φενακισθῆναι, μήτε ὑπὸ τῆς τυραννίδος τῶν καταληψομένων κακῶν βιασθῆναι. ∆ιπλοῦς γὰρ ὁ πόλεμος, φησὶν, ἔσται, ὅ τε τῶν πλάνων, ὅ τε τῶν πολεμίων· ἀλλ' ἐκεῖνος πολλῷ χαλεπώτερος, ἅτε ἐν συγχύσει καὶ ταραχῇ πραγμάτων, καὶ φοβουμένων καὶ ταραττομένων ἀνθρώπων ἐπιτιθέμενος. Καὶ γὰρ πολλὴ τότε ἡ ζάλη ἦν, τῶν Ῥωμαϊκῶν ἀρχομένων ἀνθεῖν, καὶ πόλεων ἁλισκομένων, καὶ στρατοπέδων καὶ ὅπλων κινουμένων, καὶ πολλῶν εὐκόλως πιστευομένων. Πολέμους δὲ τοὺς ἐν Ἱεροσολύμοις λέγει· οὐ γὰρ δὴ τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης· τί γὰρ ἔμελεν αὐτοῖς τούτων; Ἄλλως δὲ οὐδὲ καινόν τι ἔμελλεν ἐρεῖν, εἰ τὰ τῆς οἰκουμένης ἔλεγε πάθη, τὰ ἀεὶ συμβαίνοντα. Καὶ γὰρ πρὸ τούτου ἦσαν καὶ πόλεμοι καὶ ταραχαὶ καὶ μάχαι· ἀλλὰ τοὺς Ἰουδαϊκοὺς οὐ μακρόθεν λέγει ἐπιόντας πολέμους· λοιπὸν γὰρ αὐτοῖς ἐν φροντίδι τὰ τῶν Ῥωμαίων ἦν. Ἐπεὶ οὖν καὶ ταῦτα ἱκανὰ ἦν αὐτοὺς θορυβεῖν, προλέγει ταῦτα πάντα. Εἶτα δεικνὺς ὅτι καὶ αὐτὸς συνεπιθήσεται Ἰουδαίοις καὶ πολεμήσει, οὐχὶ μάχας φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ λοιμοὺς καὶ σεισμοὺς, δεικνὺς ὅτι καὶ τοὺς πολέμους αὐτὸς εἴασεν ἐπελθεῖν, καὶ οὐχ ἁπλῶς ταῦτα γίνεται, κατὰ τὴν ἔμπροσθεν ἐν τοῖς ἀνθρώποις οὖσαν συνήθειαν, ἀλλ' ἐκ τῆς ἄνωθεν ὀργῆς. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς αὐτὰ ἥξειν φησὶν, οὐδὲ ἀθρόως, ἀλλὰ μετὰ σημείων. Ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι οἱ τότε πιστεύσαντες αἴτιοι τούτων τῶν κακῶν, διὰ τοῦτο καὶ τὴν αἰτίαν αὐτοῖς εἴρηκε τῆς ἐπαγωγῆς. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἔμπροσθεν ἔλεγεν, ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην, τῆς μιαιφονίας αὐτῶν μνησθείς. Εἶτα ἵνα μὴ τὰς νιφάδας τῶν κακῶν ἀκούοντες, νομίσωσι διασπᾶσθαι τὸ κήρυγμα, ἐπήγαγεν· Ὁρᾶτε, μὴ θορυβεῖσθε, δεῖ γὰρ πάντα γενέσθαι, τουτέστιν, Ἃ προεῖπον ἐγὼ, καὶ τῶν πειρασμῶν ἡ ἔφοδος οὐδὲν διακόψει τῶν παρ' ἐμοῦ εἰρημένων· ἀλλ' ἔσται μὲν θόρυβος καὶ ταραχὴ, τοὺς δὲ ἐμοὺς οὐδὲν διασαλεύσει χρησμούς. Εἶτα