460
τῶν εἰρημένων ἦν, ἱκανῶς πάντα διαταράξαι. Εὔκαιρον εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Εἰ γὰρ οἱ οἰκεῖοι μετὰ σημείων Μωϋσέως οὐκ ἤκουσαν, διὰ τὸν πηλὸν μόνον καὶ τὴν πλινθείαν τοὺς καθ' ἑκάστην ἡμέραν κοπτομένους καὶ σφαττομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, τίς ἔπεισεν ἀποστῆναι μὲν ἀπράγμονος βίου, τὸν δὲ ἐπικίνδυνον τοῦτον καὶ αἱμάτων καὶ θανάτων γέμοντα προτιμῆσαι ἐκείνου, καὶ ταῦτα ἀλλοφύλων τῶν κηρυττόντων αὐτοῖς ὄντων, καὶ σφόδρα πολεμίων πάντοθεν; Μὴ γάρ τις εἰς ἔθνη καὶ πόλεις καὶ δήμους, ἀλλ' εἰς οἰκίαν μικρὰν εἰσαγαγέτω τὸν μισούμενον παρὰ πάντων τῶν ἐν τῇ οἰκίᾳ, καὶ δι' αὐτοῦ σπουδαζέτω τῶν φιλουμένων ἀπάγειν, πατρὸς καὶ γυναικὸς καὶ παίδων· ἆρα οὐκ ὀφθήσεται διασπασθεὶς πρὶν ἢ διᾶραι τὸ στόμα; Ἂν δὲ καὶ ταραχὴ καὶ μάχη γυναικὸς καὶ ἀνδρὸς προσῇ κατὰ τὴν οἰκίαν, ἆρα οὐχὶ, πρὶν ἢ ἐπιβῆναι τῶν οὐδῶν, καταλεύοντες αὐτὸν ἀναιρήσουσιν· Ἂν δὲ καὶ εὐκαταφρόνητος ᾖ, καὶ φορτικὰ ἐπιτάττῃ, καὶ φιλοσοφεῖν τοὺς τρυφῶντας κελεύῃ, καὶ μετὰ τούτων πρὸς πολλῷ πλείονας καὶ ὑπερβάλλοντας αὐτὸν ὁ ἀγὼν ᾖ, οὐκ εὔδηλον ὅτι παντάπασιν ἀπολεῖται; Ἀλλ' ὅμως τοῦτο, ὅπερ ἀδύνατον ἐν οἰκίᾳ γενέσθαι μιᾷ, τοῦτο ἐν τῇ οἰκουμένῃ κατώρθωσεν ὁ Χριστὸς ἁπάσῃ, διὰ κρημνῶν καὶ καμίνων καὶ φαράγγων καὶ σκοπέλων καὶ γῆς καὶ θαλάττης πολεμουμένης, τοὺς ἰατροὺς τῆς οἰκουμένης εἰσάγων. Καὶ εἰ βούλει σαφέστερον ταῦτα μαθεῖν, τοὺς λιμοὺς λέγω, τοὺς λοιμοὺς, τοὺς σεισμοὺς, τὰς ἄλλας τραγῳδίας, τὴν ἱστορίαν τὴν περὶ τούτων Ἰωσήπῳ συγκειμένην ἔπελθε, καὶ πάντα εἴσῃ μετὰ ἀκριβείας. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε, Μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθή 58.691 σεται· καὶ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον πάντως ἐν ὅλῳ τῷ κόσμῳ. Χαυνωθέντας γὰρ καὶ ἐκλυθέντας τῷ φόβῳ τῶν εἰρημένων, συστρέφει λέγων, ὅτι κἂν μυρία γένηται, δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, καὶ τότε ἥξει τὸ τέλος. δʹ. Εἶδες πῶς διέκειτο τότε τὰ πράγματα, καὶ πῶς ποικίλος ὁ πόλεμος ἦν; καὶ ταῦτα ἐν ἀρχῇ, ὅτε μάλιστα πολλῆς ἕκαστον ἡσυχίας δεῖται τῶν κατορθουμένων; Πῶς οὖν διέκειτο; οὐδὲν γὰρ κωλύει τὰ αὐτὰ πάλιν ἀναλαβεῖν. Πρῶτος πόλεμος ἦν, ὁ τῶν ἀπατεώνων· Ἐλεύσονται γὰρ, φησὶ, ψευδόχριστοι καὶ ψευδοπροφῆται· δεύτερος, ὁ τῶν Ῥωμαίων· Μελλήσετε γὰρ, φησιν, ἀκούειν πολέμους· τρίτος, ὁ τοὺς λιμοὺς ἐπάγων· τέταρτος, ὁ τοὺς λοιμοὺς καὶ σεισμούς· πέμπτος. Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις· ἕκτος, Ἔσεσθε μισούμενοι ὑπὸ πάντων· ἕβδομος, Παραδώσουσιν ἀλλήλους καὶ μισήσουσιν· ἐμφύλιον ἐνταῦθα δηλοῖ πόλεμον· εἶτα ψευδόχριστοι καὶ ψευδάδελφοι· εἶτα, Ψυγήσεται ἡ ἀγάπη, τὸ πάντων αἴτιον τῶν κακῶν. Εἶδες μυρία γένη πολέμων καινὰ καὶ παράδοξα; Ἀλλ' ὅμως μετὰ τούτων καὶ πολλῷ πλειόνων (καὶ γὰρ τῷ ἐμφυλίῳ καὶ συγγενικὸς ἀνεμίγνυτο πόλεμος), ἐκράτησε τῆς οἰκουμένης ἁπάσης τὸ κήρυγμα. Κηρυχθήσεται γὰρ, φησὶ, τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ. Ποῦ τοίνυν εἰσὶν οἱ τῆς γενέσεως τὴν τυραννίδα ἐπιτειχίζοντες, καὶ τῶν καιρῶν τὴν περιφορὰν, τοῖς τῆς Ἐκκλησίας δόγμασι; Τίς γὰρ ἐμνημόνευσε πώποτε, ὅτι ὤφθη Χριστὸς ἕτερος, ὅτι συνέβη πρᾶγμα τοιοῦτον; Καίτοιγε ἕτερα ψευδόμενοι λέγουσιν, ὅτι δέκα μυριάδες ἐτῶν παρῆλθον· ἀλλὰ τοῦτο οὐδὲ πλάσασθαι δύνανται. Ποίαν τοίνυν περιφορὰν εἴποιτ' ἄν; Οὔτε γὰρ Σόδομα, οὔτε Γόμοῤῥα, οὔτε κατακλυσμὸς ἕτερος ἐγένετό ποτε. Μέχρι τίνος παίζετε, περιφορὰν καὶ γένεσιν λέγοντες; Πῶς οὖν ἐκβαίνει πολλὰ, φησὶ, τῶν λεγομένων; Ἐπειδὴ σὺ σαυτὸν ἠρήμωσας τῆς τοῦ Θεοῦ βοηθείας, καὶ προὔδωκας, καὶ ἔξω τῆς προνοίας ἔστησας, διὰ τοῦτο ὡς βούλεται στρέφει σου τὰ πράγματα ὁ δαίμων, καὶ μετατίθησιν. Ἀλλ' οὐκ ἐπὶ τῶν ἁγίων, μᾶλλον δὲ οὐδὲ ἐφ' ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν σφόδρα καταφρονούντων αὐτῆς. Εἰ γὰρ καὶ ὁ βίος ἡμῶν οὐκ ἀνεκτὸς, ἀλλ' ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τῶν τῆς ἀληθείας δογμάτων μετὰ πολλῆς ἐχόμεθα τῆς ἀκριβείας, ἀνώτεροι τῆς τῶν δαιμόνων ἐσμὲν ἐπιβουλῆς. Ὅλως δὲ τί ποτέ ἐστι γένεσις; Οὐδὲν ἕτερον ἀλλ' ἢ ἀδικία καὶ σύγχυσις,