461
καὶ τὸ εἰκῆ πάντα φέρεσθαι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ μετὰ ἀλογίας. Καὶ εἰ μὴ ἔστι, φησὶ, γένεσις, πόθεν ὁ δεῖνα πλουτεῖ; πόθεν ὁ δεῖνα πένης; Οὐκ οἶδα. Οὕτω γάρ σοι τέως διαλέξομαι, παιδεύων σε μὴ πάντα περιεργάζεσθαι, μηδὲ ἁπλῶς ἐντεῦθεν καὶ εἰκῆ φέρεσθαι. Οὐδὲ γὰρ ἐπειδὴ τοῦτο ἀγνοεῖς, ὀφείλεις τὰ οὐκ ὄντα ἀναπλάττειν. Βέλτιον ἀγνοεῖν καλῶς, ἢ μανθάνειν κακῶς. Ὁ μὲν γὰρ οὐκ εἰδὼς τὴν αἰτίαν, ταχέως ἐπὶ τὴν εὔλογον ἥξει· ὁ δὲ, ἐπειδὴ τὴν οὖσαν οὐκ οἶδε, τὴν οὐκ οὖσαν πλάττων, οὐ δυνήσεται ῥᾳδίως τὴν οὖσαν δέξασθαι, ἀλλὰ δεῖ πλείονος αὐτῷ καὶ πόνου καὶ ἱδρῶτος, ὥστε τὸ πρότερον ἀνελεῖν. Καὶ γὰρ ἐν δέλτῳ, ἐξηλειμ 58.692 μένῃ μὲν εὐκόλως τις ἐγγράψειεν ἅπερ ἂν ἐθέλῃ· ἐγκεχαραγμένῃ δὲ, οὐκέτι ὁμοίως· δεῖ γὰρ πρότερον ἐξαλεῖψαι τὰ κακῶς ἐγγεγραμμένα. Καὶ ἐπὶ τῶν ἰατρῶν δὲ, ὁ μηδὲν προσφέρων τοῦ τὰ βλάπτοντα προσάγοντος πολλῷ βελτίων ἐστί· καὶ ὁ σαθρῶς οἰκοδομῶν τοῦ μηδ' ὅλως οἰκοδομοῦντος χείρων· ὥσπερ οὖν καὶ ἡ γῆ πολὺ βελτίων ἡ μηδὲν ἔχουσα τῆς ἀκάνθας ἐχούσης. Μὴ τοίνυν ἐπὶ τὸ μαθεῖν πάντα τρέχωμεν, ἀλλ' ἀνεχώμεθά τινα καὶ ἀγνοεῖν· ἵν' ὅταν εὕρωμεν διδάσκαλον, μὴ διπλοῦν παρέχωμεν αὐτῷ τὸν πόνον· μᾶλλον δὲ πολλοὶ πολλάκις καὶ ἀδιόρθωτα νοσοῦντες ἔμειναν, τῷ περιπεσεῖν ἁπλῶς πονηροῖς δόγμασιν. Οὐδὲ γὰρ ὅμοιος ὁ ἱδρὼς, ἀνασπάσαι πρότερον τὰ κακῶς ῥιζωθέντα, καὶ τότε σπεῖραι, καὶ καθαρὰν ἄρουραν καταφυτεῦσαι. Ἐκεῖ μὲν γὰρ ἀνατρέψαι δεῖ πρότερον, καὶ τότε ἕτερα ἐνθεῖναι· ἐνταῦθα δὲ παρεσκευασμένη ἡ ἀκοή. Πόθεν οὖν ὁ δεῖνα πλουτεῖ; Ἐρῶ λοιπόν. Οἱ μὲν τοῦ Θεοῦ διδόντος, πολλοὶ δὲ συγχωροῦντος, πλοῦτον ἐκτήσαντο. Οὗτος γὰρ σύντομος καὶ ἁπλοῦς ὁ λόγος. Τί οὖν; φησί· τὸν πόρνον αὐτὸς ποιεῖ πλουτεῖν, καὶ τὸν μοιχὸν, καὶ τὸν ἡταιρηκότα, καὶ τὸν κακῶς τοῖς οὖσι κεχρημένον; Οὐ ποιεῖ, ἀλλὰ συγχωρεῖ πλουτεῖν· πολὺ δὲ τὸ μέσον καὶ σφόδρα ἄπειρον τοῦ ποιεῖν καὶ συγχωρεῖν. Τίνος δὲ ἕνεκεν ὅλως ἀφίησιν; Ὅτι οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ἵνα τὸ κατ' ἀξίαν ἕκαστος ἀπολάβῃ. Τὶ γὰρ φαυλότερον ἐκείνου τοῦ πλουσίου, τοῦ μηδὲ τῶν ψιχίων μεταδιδόντος τῷ Λαζάρῳ; Ἀλλ' ὅμως ἁπάντων ἀθλιώτερος ἦν· οὐδὲ γὰρ σταγόνος ἐγένετο κύριος, καὶ δι' αὐτὸ μάλιστα τοῦτο, ὅτι πλουτῶν ὠμὸς ἦν. Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν αὐτῶν ἐνταῦθα ἀπολαύσαντες, ἀλλ' ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ' ὁ εὐπορώτερος χαλεπώτερον. εʹ. Ὁρᾷς γοῦν καὶ τοῦτον δεινότερα πάσχοντα, ἐπειδὴ ἀπέλαβε τὰ ἀγαθά; Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς ἀδίκως πλουτοῦντα εὐημεροῦντα, στέναξον, δάκρυσον· καὶ γὰρ προσθήκη κολάσεως ὁ πλοῦτος οὗτος αὐτῷ. Ὥσπερ γὰρ οἱ πολλὰ ἁμαρτάνοντες καὶ μὴ βουλόμενοι μετανοεῖν, θησαυρίζουσιν ἑαυτοῖς θησαυρὸν ὀργῆς· οὕτως οἱ μετὰ τοῦ μὴ κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες, μείζονα ὑποστήσονται τὴν τιμωρίαν. Καὶ τοῦτο, εἰ βούλει, οὐκ ἀπὸ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ παρόντος βίου δείξω σοι τὸ ὑπόδειγμα. Ὁ γὰρ μακάριος ∆αυῒδ, ὅτε τὴν ἁμαρτίαν ἥμαρτεν ἐκείνην τὴν τῆς Βηρσαβεὲ, καὶ ἠλέγχετο παρὰ τοῦ προφήτου, διὰ τοῦτο μάλιστα ἐνεκαλεῖτο σφοδρότερον, ὅτι καὶ πολλῆς ἀπολαύσας ἀδείας τοιοῦτος ἦν. Ἄκουσον γοῦν τοῦ Θεοῦ τοῦτο μάλιστα ὀνειδίζοντος αὐτῷ· Οὐκ ἔχρισά σε εἰς βασιλέα, καὶ ἐξειλόμην σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι πάντα τὰ τοῦ κυρίου σου, καὶ πάντα τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα; Καὶ εἰ ὀλίγα σοι ἦν, προσέθηκα ἄν σοι ὡς ταῦτα. Καὶ τί ἐποίησας τὸ πονηρὸν ἐναντίον μου; Οὐ γὰρ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ κολάσεις, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων, καὶ ἀπὸ προσώπων, καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως, καὶ ἀπὸ ἑτέρων πλειόνων. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, κείσθω εἰς μέσον ἁμάρτημα ἓν, ἡ πορνεία, καὶ σκόπει πόσας εὑρίσκω τιμωρίας διαφόρους, οὐ παρ' ἐμαυ 58.693 τοῦ, ἀλλ' ἀπὸ τῶν θείων Γραφῶν. Ἐπόρνευσέ τις πρὸ τοῦ νόμου; ἄλλως κολάζεται· καὶ τοῦτο ὁ Παῦλος δείκνυσιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται. Ἐπόρνευσέ τις μετὰ τὸν νόμον; χαλεπώτερα πείσεται· Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, φησὶ, διὰ νόμου κριθήσονται. Ἐπόρνευσέ τις