463
αʹ. Εἰπὼν περὶ τῶν κακῶν τῶν τὴν πόλιν καταληψομένων, καὶ τῶν
πειρασμῶν τῶν ἀποστολικῶν, καὶ ὅτι ἀχείρωτοι μενοῦσι, καὶ πᾶσαν διαδραμοῦνται τὴν οἰκουμένην, λέγει πάλιν τὰς Ἰουδαϊκὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ, τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. Καὶ ὅρα πῶς διηγεῖται τὸν πόλεμον, διὰ τῶν δοκούντων εἶναι μικρῶν παριστῶν αὐτοῦ τὸ ἀφόρητον. Τότε γὰρ, φησὶν, οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη. Τότε, πότε; Ὅταν ταῦτα γένηται, ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ. Ὅθεν μοι δοκεῖ τὰ στρατόπεδα λέγειν. Φεύγετε τοίνυν τότε, φησίν· οὐδεμία γὰρ λοιπὸν ἐλπὶς σωτηρίας ὑμῖν. Ἐπειδὴ γὰρ συνέβη πολλάκις αὐτοὺς ἀνενεγκεῖν ἐν πολέμοις χαλεποῖς, οἷον ἐπὶ τοῦ Σεναχηρεὶμ, ἐπὶ Ἀντιόχου πάλιν· (καὶ γὰρ καὶ τότε στρατοπέδων ἐπεισελθόντων καὶ τοῦ ναοῦ προκαταληφθέντος, συστραφέντες οἱ Μακκαβαῖοι μετέστησαν εἰς τὸ ἐναντίον τὰ πράγματα·) ἵνα οὖν μὴ καὶ νῦν τοῦτο ὑποπτεύσω 58.694 σιν, ὅτι ἔσται τις μεταβολὴ τοιαύτη, πᾶν τὸ τοιοῦτον αὐτοῖς ἀπαγορεύει. Ἀγαπητὸν γὰρ, φησὶ, τὸ γυμνῷ τῷ σώματι σωθῆναι λοιπόν. ∆ιὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δωμάτων οὐκ ἀφίησιν εἰς τὴν οἰκίαν εἰσελθεῖν, ὥστε ἆραι τὰ ἱμάτια, τὰ ἄφευκτα δηλῶν κακὰ, καὶ τὴν ἀπέραντον συμφοράν· καὶ ὅτι τὸν ἐμπεσόντα ἀνάγκη πάντως ἀπολέσθαι. ∆ιὰ τοῦτο καὶ τὸν ἐν τῷ ἀγρῷ προστίθησι λέγων, Μηδὲ οὗτος ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ. Εἰ γὰρ οἱ ἔνδον ὄντες φεύγουσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν οὐ χρὴ καταφεύγειν ἐκεῖ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις· ταῖς μὲν, διὰ τὸ νωθρότερον καὶ τὸ μὴ δύνασθαι φεύγειν εὐκόλως, τῷ φορτίῳ τῆς κυήσεως βαρουμένας· ταῖς δὲ, διὰ τὸ δεσμῷ κατέχεσθαι τῷ τῆς συμπαθείας τῶν παιδίων, καὶ μὴ δύνασθαι συνδιασώζειν τὰ θηλάζοντα. Χρημάτων μὲν γὰρ καὶ καταφρονῆσαι εὔκολον καὶ προνοῆσαι ῥᾴδιον, καὶ ἱματίων· τὰ δὲ ἀπὸ τῆς φύσεως πῶς ἄν τις διαφύγοι; πῶς ἂν ἡ ἔγκυος γένοιτο κούφη; πῶς δὲ ἡ θηλάζουσα δυνήσεται τοῦ τεχθέντος ὑπεριδεῖν; Εἶτα πάλιν δεικνὺς τὸ μέγεθος τῆς συμφορᾶς, φησί· Προσεύχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, μηδὲ ἐν σαββάτῳ. Ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα 58.695 οὐκ ἐγένετο ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται. Ὁρᾷς ὅτι πρὸς Ἰουδαίους ὁ λόγος αὐτῷ, καὶ περὶ τῶν ἐκείνους καταληψομένων κακῶν διαλέγεται; Οὐ γὰρ δὴ οἱ ἀπόστολοι ἔμελλον Σάββατον τηρεῖν, ἢ ἐκεῖ ἔσεσθαι, ἡνίκα Οὐεσπασιανὸς ταῦτα ἔπραξε. Καὶ γὰρ ἔφθασαν προαπελθόντες οἱ πλείους· εἰ δέ τις ἀπελείφθη, ἐν ἄλλοις τῆς οἰκουμένης διέτριβε μέρεσι τότε. ∆ιατί δὲ μηδὲ χειμῶνος, μηδὲ Σαββάτου; Χειμῶνος μὲν, διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ· Σαββάτου δὲ, διὰ τὴν αὐθεντίαν τὴν ἀπὸ τοῦ νόμου. Ἐπειδὴ γὰρ φυγῆς χρεία, καὶ φυγῆς ταχίστης, οὔτε δὲ ἐν Σαββάτῳ τότε Ἰουδαῖοι φεύγειν ἐτόλμων διὰ τὸν νόμον, οὔτε δὲ ἐν χειμῶνι τὸ τοιοῦτον εὔκολον, διὰ τοῦτο, Προσεύχεσθε, φησίν. Ἔσται γὰρ τότε θλῖψις, οἵα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται. Καὶ μή τις νομίσῃ τοῦτο ὑπερβολικῶς εἰρῆσθαι· ἀλλ' ἐντυχὼν τοῖς Ἰωσήπου γράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοι τις εἰπεῖν, ὅτι πιστὸς ὢν ὁ ἄνθρωπος εἰς τὸ συστῆσαι τὰ εἰρημένα ἐξώγκωσε τὴν τραγῳδίαν. Καὶ γὰρ καὶ Ἰουδαῖος ἦν, καὶ σφόδρα Ἰουδαῖος, καὶ ζηλωτὴς, καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν. Τί οὖν οὗτός φησιν; Ὅτι πᾶσαν ἐνίκησε τραγῳδίαν ἐκεῖνα τὰ δεινὰ, καὶ πόλεμος οὐδεὶς οὐδέποτε τοιοῦτος τὸ ἔθνος κατέλαβε. Τοσοῦτος γὰρ ἦν ὁ λιμὸς, ὡς αὐταῖς ταῖς μητράσι περιμάχητον εἶναι τὴν παιδοφαγίαν, καὶ ὑπὲρ τούτου πολέμους γίνεσθαι· πολλοὺς δὲ καὶ νεκροὺς γενομένους κατὰ μέσας ἀναῤῥήγνυσθαι τὰς γαστέρας ἔφη. Ἡδέως ἂν οὖν ἐροίμην Ἰουδαίους, πόθεν οὕτω θεήλατος ὀργὴ καὶ ἀφόρητος ἦλθεν ἐπ' αὐτοὺς, καὶ πασῶν ἔμπροσθεν γενομένων, οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης χαλεπωτέρα; Οὐκ εὔδηλον, ὅτι διὰ τὸ τοῦ σταυροῦ τόλμημα καὶ τὴν ἀπόφασιν