465
Ἐνταῦθα, ὃ πολλάκις εἶπον, οὐχὶ τῆς ἀκολουθίας ἐστὶ τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων τὸ, Τότε· ὅπου γοῦν ἀκολουθίαν ἐβούλετο εἰπεῖν, ἐπήγαγεν, Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ, Τότε· οὐ τὰ μετὰ ταῦτα εὐθέως δηλῶν, ἀλλὰ τὰ ἐν τῷ καιρῷ, ᾧ μέλλει ταῦτα γίνεσθαι, ἅπερ ἔμελλε λέγειν. Οὕτω καὶ ὅταν λέγῃ, Ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, οὐ τὸν ἑξῆς εὐθέως λέγει καιρὸν, ἀλλὰ τὸν μετὰ πολλὰ ἔτη, καὶ τὸν καθ' ὃν ταῦτα ἐγίνετο, ἅπερ ἐρεῖν ἔμελλε. Καὶ γὰρ περὶ τῆς γεννήσεως διαλεχθεὶς τοῦ Ἰησοῦ, καὶ τῆς τῶν μάγων παρουσίας, καὶ τῆς τελευτῆς Ἡρώδου, εὐθέως φησίν· Ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ Βαπτιστής· καίτοι τριάκοντα μεταξὺ γέγονεν ἔτη. Ἀλλ' ἔθος τοῦτο τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸν μέσον ἅπαντα χρόνον παρελθὼν, τὸν ἀπὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων ἕως τῶν προοιμίων τῆς συντελείας, λέγει τὸν ὀλίγῳ πρὸ τῆς συντελείας. Τότε οὖν 58.697 ἐάν τις ὑμῖν εἴπῃ, φησὶν, Ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Τέως ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὐτοῦ. παρουσίας τῆς δευτέρας, καὶ τὰ τῶν πλάνων δείγματα. Οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, καὶ οὐδενὸς εἰδότος ἐξ ἀρχῆς, οὕτω καὶ τότε φησίν· ἀλλὰ φανερῶς καὶ μετὰ περιφανείας ἁπάσης, καὶ ὡς μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος. Οὐ μικρὸν δὲ τοῦτο σημεῖον τοῦ μὴ λανθανόντως παραγίνεσθαι. Σκόπει δὲ πῶς ἐνταῦθα οὐδὲν περὶ πολέμου διαλέγεται· τὸν γὰρ περὶ τῆς παρουσίας αὐτοῦ διευκρινεῖ λόγον· ἀλλὰ περὶ τῶν ἀπατᾷν ἐπιχειρούντων. Οἱ μὲν γὰρ ἐπὶ τῶν ἀποστόλων τοὺς πολλοὺς ἠπάτων· Ἐλεύσονται γὰρ, φησὶ, καὶ ἀπατήσουσι πολλούς· οἱ δὲ πρὸ τῆς δευτέρας αὐτοῦ παρουσίας, οἳ καὶ ἐκείνων ἦσαν πικρότεροι. ∆ώσουσι γὰρ, φησὶ, σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Ἐνταῦθα τὸν ἀντίχριστόν φησι, καὶ δείκνυσί τινας καὶ διακονησομένους αὐτῷ· περὶ οὗ καὶ Παῦλος οὕτω φησί. Καλέσας γὰρ αὐτὸν ἄνθρωπον ἁμαρτίας καὶ υἱὸν ἀπωλείας, ἐπήγαγεν· Οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Καὶ ὅρα πῶς ἀσφαλίζεται. Μὴ ἐξέλθητε, φησὶ, εἰς τὴν ἔρημον, μὴ εἰσέλθητε εἰς τὰ ταμεῖα. Οὐκ εἶπεν, Ἀπέλθετε καὶ μὴ πιστεύσητε· ἀλλὰ, Μὴ ἐξέλθητε, μηδὲ ἀπέλθητε. Καὶ γὰρ πολλὴ τότε ἡ ἀπάτη, διὰ τὸ καὶ σημεῖα γίνεσθαι ἀπάτης. γʹ. Εἰπὼν τοίνυν πῶς ἐκεῖνος παραγίνεται, οἷον ὅτι ἐν τόπῳ, λέγει πῶς καὶ αὐτός. Πῶς οὖν αὐτός; Ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου γὰρ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί. Πῶς οὖν ἡ ἀστραπὴ φαίνεται; Οὐ δεῖται ἀπαγγέλλοντος, οὐ δεῖται κήρυκος, ἀλλὰ καὶ τοῖς ἐν οἰκίαις καθημένοις, καὶ ταῖς ἐν θαλάμοις, ἐν ἀκαριαίᾳ ῥοπῇ κατὰ τὴν οἰκουμένην δείκνυται πᾶσαν. Οὕτως ἔσται ἡ παρουσία ἐκείνη, ὁμοῦ πανταχοῦ φαινομένη διὰ τὴν ἔκλαμψιν τῆς δόξης. Λέγει δὲ καὶ ἕτερον σημεῖον· Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί· τὸ πλῆθος τῶν ἀγγέλων, τῶν μαρτύρων, τῶν ἁγίων ἁπάντων δηλῶν. Εἶτα λέγει θαύματα φοβερά. Τίνα δέ ἐστι τὰ θαύματα; Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, φησὶν, ὁ ἥλιος σκοτισθήσεται. Θλῖψιν ποίων λέγει ἡμερῶν; Τοῦ ἀντιχρίστου καὶ τῶν ψευδοπροφητῶν. Θλῖψις γὰρ τότε ἔσται μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων. Ἀλλ' οὐκ ἐκτείνεται εἰς χρόνου μῆκος. Εἰ γὰρ ὁ Ἰουδαϊκὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον οὗτος ὁ πειρασμὸς συσταλήσεται διὰ τοὺς αὐτοὺς τούτους. ∆ιὰ τοῦτο οὐκ εἶπε, μετὰ τὴν θλῖψιν, ἀλλ', Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται· ὁμοῦ γὰρ σχεδὸν ἅπαντα γίνεται. Οἵ τε γὰρ ψευδοπροφῆται καὶ οἱ ψευδόχριστοι θορυβήσουσι παραγενόμενοι, καὶ εὐθέως αὐτὸς παρέσται. Καὶ γὰρ οὐ μικρὰ τότε μέλλει κατέχειν ταραχὴ τὴν οἰκουμένην. Πῶς δὲ παραγίνεται; Μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως· καὶ γὰρ Ὁ ἥλιος