469
αʹ. Ἐπειδὴ εἶπεν, ὅτι εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, αὐτοὶ δὲ τοῦτο ἐζήτουν μεθ' ὅσον χρόνον, καὶ αὐτὴν κυρίως τὴν ἡμέραν ἐπεθύμουν εἰδέναι, διὰ τοῦτο καὶ τὸ παράδειγμα τίθησι τῆς συκῆς, δεικνὺς ὅτι οὐ πολὺ τὸ μέσον, ἀλλ' ἐφεξῆς καὶ ἡ παρουσία ἀπαντήσεται· ὅπερ οὖν οὐ διὰ τῆς παραβολῆς μόνον, ἀλλὰ καὶ διὰ τῶν μετὰ ταῦτα λέξεων ἐδήλωσεν εἰπών· Γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Ἐντεῦθεν καὶ ἕτερόν τι προφητεύει, θέρος πνευματικὸν, καὶ γαλήνην κατ' ἐκείνην ἐσομένην τὴν ἡμέραν ἀπὸ τοῦ χειμῶνος τοῦ παρόντος τοῖς δικαίοις· τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους· ὅπερ ἐν τοῖς ἑξῆς ἐδήλωσεν εἰπὼν, τρυφώντων αὐτῶν ἐπιστήσεσθαι τὴν ἡμέραν. Οὐ διὰ τοῦτο δὲ μόνον τὸ τῆς συκῆς τοῦτο τέθεικεν, ἵνα τὸ διάστημα δηλώσῃ· ἐξῆν γὰρ καὶ ἑτέρως αὐτὸ παραστῆσαι· ἀλλ' ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον οὕτως ἐκβησόμενον πάντως. Ὥσπερ γὰρ τοῦτο ἀνάγκη εἶναι, οὕτω καὶ ἐκεῖνο. Καὶ γὰρ ὅπουπερ ἂν ἐθέλῃ τὸ πάντως ἀποβησόμενον λέγειν, φυσικὰς ἀνάγκας εἰς μέσον παράγει, καὶ αὐτὸς, καὶ ὁ μακάριος Παῦλος αὐτὸν μιμούμενος. ∆ιὰ τοῦτο καὶ περὶ ἀναστάσεως διαλεγόμενός φησιν· Ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἐὰν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὅθεν καὶ ὁ μακάριος Παῦλος παιδευθεὶς, τῷ αὐτῷ κέχρηται ὑποδείγματι, Κορινθίοις περὶ ἀναστάσεως διαλεγόμενος. Ἄφρων γὰρ, φησὶ, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Εἶτα ἵνα μὴ ταχέως πάλιν ἐπ' αὐτὸ ἔλθωσι, καὶ ἐρωτήσωσι, Πότε; εἰς μνήμην αὐτοὺς τῶν παρελθόντων ἐνάγει, λέγων· Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν ταῦτα πάντα γένηται. Ταῦτα πάντα, ποῖα; εἰπέ μοι. Τὰ τῶν Ἱεροσολύμων, τὰ τῶν πολέμων, τὰ τῶν λιμῶν, τὰ τῶν λοιμῶν, τὰ τῶν σεισμῶν, τὰ τῶν ψευδοχρίστων, τὰ τῶν ψευδοπροφητῶν, τὸ πανταχοῦ σπαρῆναι τὸ Εὐαγγέλιον, τὰς στάσεις, τὰς ταρα 58.702 χὰς, τὰ ἄλλα πάντα, ἅπερ εἰρήκαμεν μέχρι τῆς αὐτοῦ παρουσίας συμβησόμενα. Πῶς οὖν, φησὶν, εἶπεν, ἡ γενεὰ αὕτη; Οὐ περὶ τῆς τότε λέγων, ἀλλὰ περὶ τῆς τῶν πιστῶν. Οἶδε γὰρ γενεὰν οὐκ ἀπὸ χρόνων χαρακτηρίζειν μόνον, ἀλλὰ καὶ ἀπὸ τρόπου θρησκείας καὶ πολιτείας· ὡς ὅταν λέγῃ· Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον. Ὅπερ γὰρ ἄνω ἔλεγε· ∆εῖ γὰρ πάντα γενέσθαι· καὶ πάλιν, Κηρυχθήσεται τὸ Εὐαγγέλιον· τοῦτο καὶ ἐνταῦθα δηλοῖ λέγων, ὅτι πάντως ἐκβήσεται ταῦτα πάντα, καὶ μενεῖ ἡ γενεὰ τῶν πιστῶν, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη. Ἀλλὰ καὶ τὰ Ἱεροσόλυμα ἀπολεῖται, καὶ τὸ πλέον τῶν Ἰουδαίων ἀφανισθήσεται, ταύτης δὲ οὐδὲν περιέσται, οὐ λιμὸς, οὐ λοιμὸς, οὐ σεισμὸς, οὐχ αἱ τῶν πολέμων ταραχαὶ, οὐ ψευδόχριστοι, οὐ ψευδοπροφῆται, οὐκ ἀπατεῶνες, οὐχ οἱ παραδιδόντες, οὐχ οἱ σκανδαλίζοντες, οὐχ οἱ ψευδάδελφοι, οὐκ ἄλλος οὐδεὶς τοιοῦτος πειρασμός. Εἶτα καὶ μᾶλλον αὐτοὺς εἰς πίστιν ἐνάγων, φησίν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι· τουτέστι, τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα εὐκολώτερον ἀφανισθῆναι, ἢ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν. Καὶ ὁ ἀντιλέγων ὑπὲρ τούτων, βασανιζέτω τὰ εἰρημένα, καὶ εὑρὼν ἀληθῆ (εὑρήσει γὰρ πάντως), ἀπὸ τῶν παρελθόντων καὶ τοῖς μέλλουσι πιστευέτω, καὶ πάντα ἐξεταζέτω μετὰ ἀκριβείας, καὶ ὄψεται τῶν πραγμάτων τὸ τέλος μαρτυροῦν τῇ τῆς προφητείας ἀληθείᾳ. Τὰ δὲ στοιχεῖα εἰς μέσον τέθεικεν, ὁμοῦ μὲν δηλῶν, ὅτι προτιμοτέρα καὶ οὐρανοῦ καὶ γῆς ἡ Ἐκκλησία· ὁμοῦ δὲ δημιουργὸν ἑαυτὸν καὶ ἐντεῦθεν δεικνὺς τοῦ παντός. Ἐπειδὴ γὰρ περὶ συντελείας διελέχθη, πράγματος παρὰ πολλοῖς ἀπιστουμένου, τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μέσον ἤγαγε, τὴν δύναμιν αὐτοῦ τὴν ἄφατον ἐνδεικνύμενος, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας δηλῶν, ὅτι ∆εσπότης ἐστὶ τοῦ παντὸς, καὶ ἐκ τούτων καὶ τοῖς σφόδρα ἀμφιβάλλουσιν ἀξιόπιστα τὰ εἰρημένα κατασκευάζων. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. Τῷ μὲν εἰπεῖν, οὐδὲ οἱ ἄγγελοι, ἐπεστόμισεν αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν ὅπερ ἐκεῖνοι οὐκ ἴσασι· τῷ δὲ εἰπεῖν, οὐδὲ ὁ Υἱὸς, κωλύει οὐ μόνον 58.703 μαθεῖν, ἀλλὰ καὶ ζητῆσαι. Ὅτι γὰρ διὰ