470
τοῦτο τοῦτο εἴρηκεν, ὅρα μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ περιεργοτέρους εἶδε γενομένους, πῶς ἐπεστόμισε μειζόνως. Νῦν μὲν γὰρ καὶ τεκμήρια εἴρηκε πολλὰ καὶ ἄπειρα· τότε δὲ ἁπλῶς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς. Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι Ἠπορήμεθα, διεπτύσθημεν, οὐδὲ τούτου ἐσμὲν ἄξιοι· φησὶν, Οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ γὰρ σφόδρα ἔμελεν αὐτῷ τοῦ τιμᾷν αὐτοὺς καὶ μηδὲν ἀποκρύπτεσθαι. ∆ιὰ τοῦτο αὐτὸ τῷ Πατρὶ αὐτοῦ ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, καὶ ἐκείνων ἀποτειχίζων τῇ πεύσει τὸ εἰρημένον· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ' ἀγνοεῖ, πότε εἴσεται; Ἆρα μεθ' ἡμῶν; καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ τὸν μὲν Πατέρα οἶδε σαφῶς, καὶ οὕτω σαφῶς, ὡς ἐκεῖνος τὸν Υἱόν· τὴν δὲ ἡμέραν ἀγνοεῖ; Εἶτα, τὸ μὲν Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· αὐτὸς δὲ οὐδὲ τὸν καιρὸν τῆς κρίσεως οἶδεν; Ἀλλὰ τὸ μὲν πῶς δεῖ κρίνειν οἶδε, καὶ τὰ ἑκάστου ἀπόῤῥητα ἐπίσταται· ὃ δὲ πολλῷ τούτου εὐτελέστερον, τοῦτο ἔμελλεν ἀγνοεῖν; Πῶς δὲ, εἰ Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, τὴν ἡμέραν ἠγνόησεν; Ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν· πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; βʹ. Καὶ ὑμεῖς μὲν αὐτοῦ καὶ τὴν οὐσίαν εἰδέναι φατὲ, τὸν δὲ Υἱὸν οὐδὲ τὴν ἡμέραν, τὸν Υἱὸν, τὸν διαπαντὸς ἐν τῷ κόλπῳ ὄντα τοῦ Πατρός; καίτοι πολλῷ μείζων ἡ οὐσία τῶν ἡμερῶν, καὶ ἀπείρως μείζων. Πῶς οὖν τὸ μεῖζον ἑαυτοῖς διδόντες, οὐδὲ τὸ ἔλαττον συγχωρεῖτε τῷ Υἱῷ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι; Ἀλλ' οὔτε ὑμεῖς ἴστε τί τὴν οὐσίαν ὁ Θεὸς, κἂν μυριάκις ταῦτα μαίνησθε· οὔτε ὁ Υἱὸς ἀγνοεῖ τὴν ἡμέραν, ἀλλὰ καὶ σφόδρα ἐπίσταται. ∆ιά τοι τοῦτο πάντα εἰπὼν, καὶ τοὺς χρόνους, καὶ τοὺς καιροὺς, καὶ ἐπ' αὐτὰς τὰς θύρας ἀγαγὼν, (Ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις, φησίν·) ἀπεσίγησε τὴν ἡμέραν. Εἰ μὲν γὰρ ἡμέραν ζητοίης καὶ ὥραν, οὐκ ἀκούσῃ παρ' ἐμοῦ, φησίν· εἰ δὲ καιροὺς καὶ προοίμια, οὐδὲν ἀποκρυψάμενος ἐρῶ πάντα σοι μετὰ ἀκριβείας. Ὅτι μὲν γὰρ οὐκ ἀγνοῶ, διὰ πολλῶν ἔδειξα, διαστήματα εἰπὼν, καὶ τὰ συμβησόμενα ἅπαντα, καὶ ὅσον ἀπὸ τοῦδε τοῦ χρόνου μέχρι τῆς ἡμέρας αὐτῆς· (τοῦτο γὰρ τῆς συκῆς ἐδήλωσεν ἡ παραβολή·) καὶ ἐπὶ τὰ πρόθυρά σε ἤγαγον αὐτά· εἰ δὲ μὴ ἀνοίγω σοι τὰς θύρας, καὶ τοῦτο συμφερόντως ποιῶ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅτι οὐ τῆς ἀγνοίας αὐτοῦ τὸ σιγῆσαι, ὅρα μετὰ τῶν εἰρημένων πῶς καὶ ἄλλο προστίθησι σημεῖον· Ὥσπερ δὲ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ Νῶε τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας· οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ταῦτα δὲ εἶπε, δηλῶν ὡς ἀθρόον ἥξει, καὶ ἀπροσδοκήτως, καὶ τῶν πλειόνων τρυφώντων. Καὶ γὰρ ὁ Παῦλος τοῦτό φησιν, οὕτω γράφων· Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος· καὶ τὸ ἀπροσδόκητον δηλῶν, ἔλεγεν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ. Πῶς οὖν φησι, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ γὰρ τρυφὴ τότε, καὶ εἰρήνη, καὶ 58.704 ἀσφάλεια, καθὼς ὁ Παῦλός φησι, πῶς λέγει, μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων; Εἰ τρυφὴ, πῶς θλῖψις; Τρυφὴ τοῖς ἀναισθήτως διακειμένοις, καὶ εἰρήνη. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ὅταν δὲ ᾖ εἰρήνη, ἀλλ', Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τὸ ἀναίσθητον αὐτῶν ἐνδεικνύμενος, ὡς τῶν ἐπὶ Νῶε, ὅτι δὴ ἐν τοιούτοις κακοῖς ἐτρύφων. Ἀλλ' οὐχ οἱ δίκαιοι, ἀλλ' ἐν θλίψει καὶ ἀθυμίᾳ διῆγον. Ἐντεῦθεν δείκνυσιν, ὅτι τοῦ ἀντιχρίστου ἐλθόντος, τὰ τῶν ἀτόπων ἡδονῶν ἐπιταθήσεται ἐν τοῖς παρανόμοις καὶ τῆς οἰκείας ἀπεγνωκόσι σωτηρίας. Τότε γαστριμαργίαι, κῶμοι τότε καὶ μέθαι. ∆ιὸ καὶ μάλιστα ὑπόδειγμα τίθησιν ἁρμόζον τῷ πράγματι. Καθάπερ γὰρ τῆς κιβωτοῦ γινομένης οὐκ ἐπίστευον, φησὶν, ἀλλὰ προέκειτο μὲν ἐν μέσῳ τὰ μέλλοντα προανακηρύττουσα κακὰ, ἐκεῖνοι δὲ ὁρῶντες αὐτὴν, ὡς οὐδενὸς ἐσομένου δεινοῦ, οὕτως ἐτρύφων· οὕτω καὶ νῦν, φανεῖται μὲν ὁ ἀντίχριστος, μεθ' ὃν ἡ συντέλεια, καὶ αἱ κολάσεις αἱ ἐπὶ τῇ συντελείᾳ, καὶ τιμωρίαι ἀφόρητοι· οἱ δὲ τῇ μέθῃ τῆς κακίας κατεχόμενοι οὐδὲ αἰσθήσονται τοῦ