471
φόβου τῶν ἐσομένων. ∆ιὸ καὶ Παῦλός φησιν· Ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, οὕτως αὐτοῖς παραστήσεται τὰ φοβερὰ ἐκεῖνα καὶ ἀνήκεστα. Καὶ διατί μὴ εἶπε τὰ ἐπὶ Σοδόμων κακά; Καθολικὸν ἠθέλησεν ἐνθεῖναι ὑπόδειγμα, καὶ μετὰ τὸ προλεχθῆναι ἀπιστηθέν. ∆ιὰ δὴ τοῦτο, ἐπειδὴ παρὰ τοῖς πολλοῖς τὰ μέλλοντα ἀπιστεῖται, ἀπὸ τῶν παρελθόντων αὐτὰ πιστοῦται, κατασείων αὐτῶν τὴν διάνοιαν. Μετὰ δὲ τῶν εἰρημένων κἀκεῖνο ἐνδείκνυται, ὅτι καὶ τὰ ἔμπροσθεν αὐτὸς πεποίηκεν. Εἶτα πάλιν ἄλλο σημεῖον τίθησι, δι' ὧν ἁπάντων ὅτι οὐκ ἀγνοεῖ τὴν ἡμέραν, κατάδηλον ποιεῖ. Τί δὲ τὸ σημεῖον; Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. ∆ύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ταῦτα δὲ πάντα, καὶ τοῦ εἰδέναι αὐτὸν δείγματα, καὶ ἀπάγοντα αὐτοὺς τῆς ἐρωτήσεως. ∆ιὰ γὰρ τοῦτο εἶπε καὶ τὰς ἡμέρας τοῦ Νῶε· διὰ τοῦτο εἶπε καὶ, δύο ἐπὶ τῆς κλίνης, τοῦτο δηλῶν, ὅτι οὕτως ἀπροσδοκήτως, οὕτως ἀμερίμνων αὐτῶν ὄντων, ἐπελεύσεται· καὶ δύο ἀλήθουσαι, ὅπερ καὶ αὐτὸ οὐκ ἔστι μεριμνώντων. Καὶ μετὰ τούτου, ὅτι καὶ δοῦλοι καὶ δεσπόται καὶ παραλαμβάνονται καὶ ἀφίενται, καὶ οἱ ἐν ἀδείᾳ καὶ οἱ ἐν πόνῳ, καὶ ἀπὸ ταύτης τῆς ἀξίας καὶ ἀπ' ἐκείνης· ὥσπερ ἐν τῇ Παλαιᾷ φησιν· Ἀπὸ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, ἕως τῆς αἰχμαλώτιδος τῆς ἐν τῷ μύλωνι. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι δυσκόλως οἱ πλούσιοι σώζονται, δείκνυσιν ὅτι οὐ πάντως οὔτε οὗτοι ἀπόλλυνται, οὔτε πένητες σώζονται ἅπαντες, ἀλλὰ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων καὶ σώζονται καὶ ἀπόλλυνται. Ἐμοὶ δὲ δοκεῖ δηλοῦν, ὅτι καὶ ἐν νυκτὶ ἔσται ἡ παρουσία. Τοῦτο γὰρ καὶ ὁ Λουκᾶς φησιν. Ὁρᾷς πῶς πάντα μετὰ ἀκριβείας οἶδεν; Εἶτα πάλιν, ἵνα μὴ ἐρωτήσωσιν, ἐπήγαγε· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Οὐκ εἶπεν, Οὐκ οἶδα, ἀλλ', Οὐκ οἴδατε. Ὅταν γὰρ αὐτοὺς σχεδὸν εἰς αὐτὴν ἀγάγῃ τὴν ὥραν, καὶ στήσῃ, πάλιν αὐτοὺς ἀπάγει τῆς ἐρωτήσεως, βουλόμενος ἐναγωνίους εἶναι διηνεκῶς. ∆ιὰ τοῦτο λέγει, Γρηγορεῖτε, δεικνὺς ὅτι 58.705 διὰ τοῦτο οὐκ εἶπεν. Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. ∆ιὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. ∆ιὰ τοῦτο οὐ λέγει αὐτοῖς, ἵνα γρηγορῶσιν, ἵνα ἀεὶ ἕτοιμοι ὦσι· διὰ τοῦτό φησιν, ὅτε οὐ προσδοκᾶτε, τότε ἥξει, ἐναγωνίους εἶναι βουλόμενος, καὶ διαπαντὸς ἐν ἀρετῇ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ᾔδεσαν οἱ πολλοὶ πότε ἀποθανοῦνται, πάντως ἂν κατ' ἐκείνην τὴν ὥραν ἐσπούδασαν. γʹ. Ἵν' οὖν μὴ ἐκείνην μόνον σπουδάζωσι, διὰ τοῦτο οὐ λέγει οὔτε τὴν κοινὴν, οὔτε τὴν ἑκάστου, ἀεὶ αὐτοὺς βουλόμενος τοῦτο προσδοκᾷν, ἵνα ἀεὶ σπουδάζωσι. ∆ιὸ καὶ τῆς ἑκάστου ζωῆς τὸ τέλος ἄδηλον ἐποίησεν. Εἶτα ἐκκεκαλυμμένως ἑαυτὸν Κύριον ὀνομάζει, οὐδαμοῦ οὕτω σαφῶς εἰπών. Ἐνταῦθα δέ μοι καὶ ἐντρέπειν δοκεῖ τοὺς ῥᾳθύμους, ὅτι οὐδὲ ὅσην περὶ χρήματα σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτην, οὐδὲ τοσαύτην οὗτοι τῆς ἑαυτῶν ψυχῆς. Ἐκεῖνοι μὲν γὰρ ὅταν προσδοκήσωσι, γρηγοροῦσι, καὶ οὐδὲν ἀφιᾶσι τῶν ἔνδον ἀποσυληθῆναι· ὑμεῖς δὲ, καίτοι εἰδότες ὅτι ἥξει, καὶ πάντως ἥξει, οὐ μένετε ἐγρηγορότες, φησὶ, καὶ παρεσκευασμένοι, ὥστε μὴ ἀπαρασκευάστως ἐντεῦθεν ἀπενεχθῆναι. ∆ιὰ τοῦτο ἐπ' ὀλέθρῳ ἔρχεται ἡ ἡμέρα τῶν καθευδόντων. Ὥσπερ γὰρ ἐκεῖνος, εἰ ᾔδει, διέφυγεν ἄν· οὕτω καὶ ὑμεῖς, ἐὰν ἦτε ἕτοιμοι, διαφεύξεσθε. Εἶτα ἐπειδὴ εἰς τὴν τῆς κρίσεως ἐνέβαλε μνήμην, καὶ πρὸς τοὺς διδασκάλους τρέπει τὸν λόγον λοιπὸν, περὶ κολάσεως καὶ τιμῶν διαλεγόμενος· καὶ προτέρους θεὶς τοὺς κατορθοῦντας, εἰς τοὺς διαμαρτάνοντας τελευτᾷ, πρὸς τὸ φοβερὸν κατακλείων τὸν λόγον. ∆ιὸ πρῶτον τοῦτό φησι· Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ, δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ αὐτῶν; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει