480
κατὰ τοῦτο τοιοῦτος οἶος ἐκεῖνος, ὡς ἄνθρωπον ὄντα ἔνι γενέσθαι. ∆ιὰ τοῦτο μείζων ὁ οὕτω λαλῶν, ἢ ὁ προφητεύων. Τὸ μὲν γὰρ χάρις ὅλον· ἐνταῦθα δὲ καὶ πόνος σὸς καὶ ἱδρώς. ∆ίδαξον τὴν ψυχὴν διαπλάττειν σοι στόμα στόματι Χριστοῦ ἐοικός. ∆ύναται γὰρ τοιαῦτα δημιουργεῖν, ἂν ἐθέλῃ· οἶδε τὴν τέχνην, ἂν μὴ ᾖ ῥᾴθυμος. Καὶ πῶς πλάττεται τοιοῦτον στόμα; φησί· διὰ ποίων χρωμάτων; διὰ ποίας ὕλης; ∆ιὰ χρωμάτων μὲν καὶ ὕλης οὐδεμιᾶς· διὰ δὲ ἀρετῆς μόνης, καὶ ἐπιεικείας, καὶ ταπεινοφροσύνης. Ἴδωμεν πῶς καὶ στόμα διαβόλου πλάττεται, ἵνα μηδέποτε ἐκεῖνο κατασκευάσωμεν. Πῶς οὖν πλάττεται; ∆ιὰ ἀρῶν, διὰ ὕβρεων, διὰ βασκανίας, δι' ἐπιορκίας. Ὅταν γὰρ τὰ ἐκείνου φθέγγηταί τις, τὴν ἐκείνου γλῶτταν λαμβάνει. Ποίαν οὖν ἕξομεν συγγνώμην, μᾶλλον δὲ ποίαν οὐχ ὑποστησόμεθα τιμωρίαν, ὅταν τὴν γλῶτταν, ᾗ κατηξιώθημεν σαρκὸς γεύσασθαι ∆εσποτικῆς, ταύτην περιίδωμεν τὰ τοῦ διαβόλου φθεγγομένην; Μὴ δὴ περιίδωμεν, ἀλλὰ πάσῃ χρησώμεθα σπουδῇ, ὥστε αὐτὴν παιδεῦσαι τὸν ∆εσπότην μιμεῖσθαι τὸν ἑαυτῆς. Ἂν γὰρ αὐτὴν παιδεύσωμεν τοῦτο, μετὰ πολλῆς τῆς παῤῥησίας ἐπὶ τοῦ βήματος ἡμᾶς στήσει τοῦ Χριστοῦ. Ἂν μή τις οὕτως εἰδῇ λαλεῖν, οὐδὲ ἀκούσεται αὐτοῦ ὁ δικαστής. Καθάπερ γὰρ, ὅταν Ῥωμαῖος ὢν ὁ κριτὴς τύχῃ, οὐκ ἀκούσεται ἀπολογουμένου τοῦ οὐκ εἰδότος οὕτω φθέγγεσθαι· οὕτω καὶ ὁ Χριστὸς, ἂν μὴ κατὰ τὸν αὐτοῦ τρόπον λαλῇς, οὐκ ἀκούσεταί σου, οὐδὲ προσέξει. Μάθωμεν τοίνυν οὕτω λαλεῖν, ὡς εἴωθεν ἀκούειν ὁ βασιλεὺς ὁ ἡμέτερος· σπουδάσωμεν ἐκείνην μιμεῖσθαι τὴν γλῶτταν. Κἂν εἰς πένθος ἐμπέσῃς, σκόπει ὅπως μὴ διαστρέψῃ σου τὸ στόμα τῆς ἀθυμίας ἡ τυραννὶς, ἀλλὰ λαλήσῃς ὥσπερ ὁ Χριστός. Ἐπένθησε γὰρ καὶ αὐτὸς τὸν Λάζαρον καὶ τὸν Ἰούδαν. Ἂν εἰς φόβον ἐμπέσῃς, ζήτησον οὕτω λαλῆσαι πάλιν ὡς αὐτός. Ἐνέπεσε γὰρ καὶ αὐτὸς εἰς φόβον διὰ σὲ κατὰ τὸν τῆς οἰκονομίας λόγον. Εἰπὲ καὶ σύ· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Κἂν κλαίῃς, δάκρυσον ἠρέμα ὡς αὐτός. Κἂν εἰς ἐπιβουλὰς ἐμπέσῃς καὶ λύπην, καὶ ταῦτα ὡς ὁ Χριστὸς διατίθει. Καὶ γὰρ καὶ ἐπεβουλεύθη καὶ ἐλυπήθη, καὶ λέγει· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Καὶ πάντα σοι τὰ ὑποδείγματα παρέσχεν, ἵνα αὐτὰ διαφυλάττῃς τὰ μέτρα, καὶ τοὺς δοθέντας σοι μὴ διαφθείρῃς κανόνας. Οὕτω δυνήσῃ στόμα ἔχειν ἐοικὸς ἐκείνου τῷ στόματι· οὕτως ἐπὶ γῆς βαδίζων, τοῦ ἄνω καθημένου γλῶτταν ἡμῖν ἐπιδείξεις ὁμοίαν, τὰ μέτρα τὰ ἐν ἀθυμίᾳ, τὰ ἐν ὀργῇ, τὰ ἐν πένθει, τὰ ἐν ἀγωνίᾳ διατηρῶν. Πόσοι ὑμῶν εἰσιν οἱ ἐπιθυμοῦντες αὐτοῦ τὴν μορφὴν ἰδεῖν; Ἰδοὺ οὐκ ἰδεῖν μόνον, ἀλλὰ καὶ γενέσθαι κατ' αὐτὸν δυνατὸν, ἂν σπουδάζωμεν. Μὴ ἀναβαλλώμεθα τοίνυν. Οὐχ οὕτως ἀσπάζεται προφητῶν στόμα, ὡς ἐπιεικῶν καὶ πράων ἀνθρώπων. Πολλοὶ γὰρ ἐροῦσί μοι, φησὶν, Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ ἐρῶ αὐτοῖς· Οὐκ οἶδα ὑμᾶς. Τὸ δὲ τοῦ Μωϋσέως, ἐπειδὴ σφόδρα ἐπιεικὴς ἦν καὶ πρᾶος, (Ὁ γὰρ Μωϋσῆς, φησὶν, ἄνθρωπος πραότατος παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ἐπὶ τῆς γῆς·) οὕτως ἠσπάζετο καὶ ἐφίλει, ὡς εἰπεῖν, Ἐνώπιος ἐνωπίῳ, στόμα κατὰ στόμα ἐλά 58.717 λει, ὡσανεὶ φίλος πρὸς τὸν ἑαυτοῦ φίλον. Οὐκ ἐπιτάξεις δαίμοσι νῦν, ἀλλ' ἐπιτάξεις τότε τῷ τῆς γεέννης πυρὶ, ἐὰν ἔχῃς τῷ στόματι τοῦ Χριστοῦ τὸ στόμα σου ἐοικός. Ἐπιτάξεις τῇ ἀβύσσῳ τοῦ πυρὸς, καὶ ἐρεῖς, Σιώπα, πεφίμωσο· καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν 58.718 οὐρανῶν ἐπιβήσῃ, καὶ ἀπολαύσεις τῆς βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.717 ΟΜΙΛΙΑ ΟΘʹ. Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει, φησὶν, ἐπὶ θρόνου δόξης αὐ τοῦ, καὶ διαιρήσει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τοὺς μὲν