486
λόγος προϊὼν ἔδειξεν ὅτι καὶ ὠφελεῖται, ἀνακαινούμενος καὶ δόκιμος γινόμενος. Μὴ τοίνυν πρὸς ἑτέρους ἀλγῶμεν, ἑαυτοὺς ἀδικοῦντες, καὶ ἀσθενῆ κατασκευάζοντες τὴν ψυχήν. Οὐ γὰρ τῆς τῶν πλησίον πονηρίας ἐστὶ τοσοῦτον, ὅσον τῆς ἡμετέρας ταλαιπωρίας ἡ ἀλγηδών. ∆ιὰ τοῦτο, κἂν ὑβρίσῃ τις, δακρύομεν καὶ συστελλόμεθα· κἂν ἁρπάσῃ τις, τὸ αὐτὸ πάσχομεν, κατὰ τὰ παιδία ἐκεῖνα τὰ μικρὰ, ἅπερ οἱ τῶν ὁμηλίκων ἀστειότεροι παροξύνουσιν ὑπὲρ οὐδενὸς [ἀναγκαίου, ἀλλ'] ἀπὸ μικρῶν προφάσεων λυποῦντες· ἀλλ' ὅμως κἀκεῖνα, ἂν μὲν ἴδωσι κνιζόμενα, ἐπιμένουσι δάκνοντες· ἂν δὲ γελῶντα, καὶ ἀφίστανται. Ἀλλ' ἡμεῖς καὶ τούτων ἀνοητότεροι, ὑπὲρ ὧν ἔδει γελᾷν, ὑπὲρ τούτων ὀδυρόμενοι. ∆ιὸ παρακαλῶ, τὴν παιδικὴν ταύτην διάνοιαν ἀφέντες, τῶν οὐρανῶν ἐπιλαβώμεθα. Καὶ γὰρ ἄνδρας ἡμᾶς ὁ Χριστὸς εἶναι βούλεται, ἄνδρας τελείους. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσεν, Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶ, λέγων, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Νηπιάσωμεν τοίνυν τῇ κακίᾳ, καὶ τὴν πονηρίαν φυγόντες, τῆς ἀρετῆς ἐπιλαβώμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.723.30 ΟΜΙΛΙΑ Πʹ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ, ἐν οἰκίᾳ Σίμω νος
τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ, ἀλάβα στρον μύρου ἔχουσα βαρυτίμου, καὶ ἐξέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.
αʹ. Ἡ γυνὴ αὕτη δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ παρὰ τοῖς εὐαγγελισταῖς
ἅπασιν, οὐκ ἔστι δέ· ἀλλὰ παρὰ μὲν τοῖς τρισὶ μία τις εἶναί μοι δοκεῖ καὶ ἡ αὐτή· παρὰ δὲ τῷ Ἰωάννῃ οὐκέτι· ἀλλ' ἑτέρα τις θαυμαστὴ, ἡ τοῦ Λαζάρου ἀδελφή. Οὐχ ἁπλῶς δὲ τῆς λέπρας μέμνηται τοῦ Σίμωνος ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα δείξῃ πόθεν θαῤῥοῦσα προσῆλθεν ἡ γυνή. Ἐπειδὴ γὰρ ἡ λέπρα σφόδρα ἐδόκει ἀκάθαρτον εἶναι πάθος καὶ βδελυκτὸν, εἶδε δὲ τὸν Ἰησοῦν καὶ θεραπεύσαντα τὸν ἄνθρωπον (οὐ γὰρ ἂν εἵλετο μεῖναι παρὰ τῷ λεπρῷ), καὶ καταχθέντα παρ' αὐτῷ, ἐθάρσησεν ὅτι καὶ τὴν τῆς ψυχῆς αὐτῆς ἀκαθαρσίαν ἀποσμήξει ῥᾳδίως. Οὐχ ἁπλῶς δὲ καὶ τὴν πόλιν φησὶ, τὴν Βηθανίαν, ἀλλ' ἵνα μάθῃς, ὅτι ἑκὼν ἐπὶ τὸ πάθος ἔρχεται. Ὁ γὰρ πρὸ τούτου διαδιδράσκων αὐτοὺς, ὅτε μάλιστα ἐξήφθη αὐτῶν ἡ βασκανία, τότε πλησίον ἔρχεται ὡς ἀπὸ σταδίων δεκαπέντε· οὕτως οἰκονομίας ἦν καὶ τὸ πρότερον ἀναχωρεῖν. Ἰδοῦσα τοίνυν αὐτὸν ἡ γυνὴ, καὶ τὸ θαῤῥεῖν λαβοῦσα ἐντεῦθεν, προσῄει. Εἰ γὰρ ἡ αἱμοῤῥοοῦσα, καίτοι οὐδὲν ἑαυτῇ συνειδυῖα τοιοῦτον, διὰ τὴν ἀπὸ τῆς φύσεως δοκοῦσαν εἶναι ἀκαθαρσίαν, τρέμουσα καὶ δεδοικυῖα προσῆλθε· πολλῷ μᾶλ 58.724 λον ταύτην ὀκνεῖν καὶ ἀναδύεσθαι εἰκὸς ἦν, διὰ τὸ πονηρὸν συνειδός. ∆ιὸ καὶ μετὰ πολλὰς γυναῖκας, τὴν Σαμαρεῖτιν, τὴν Χαναναίαν, τὴν αἱμοῤῥοοῦσαν, καὶ ἑτέρας πλείους προσέρχεται, διὰ τὸ πολλὴν ἑαυτῇ συνειδέναι ἀσέλγειαν· καὶ οὐδὲ δημοσίᾳ, ἀλλ' ἐν οἰκίᾳ. Καὶ πάντων τῶν ἄλλων ὑπὲρ θεραπείας προσερχομένων σωματικῆς μόνον, αὕτη τιμῆς ἕνεκεν προσῄει μόνης, καὶ τῆς κατὰ ψυχὴν διορθώσεως. Οὐδὲ γάρ τι τοῦ σώματος ἀνάπηρος ἦν· ὥστε καὶ διὰ τοῦτο μάλιστα ἄν τις αὐτὴν θαυμάσειε. Καὶ οὐδὲ ὡς ἀνθρώπῳ προσῄει ψιλῷ· οὐ γὰρ ἂν ταῖς θριξὶ κατέμαξεν· ἀλλ' ὡς μείζονι ἢ κατὰ ἄνθρωπον. ∆ιὰ τοῦτο ὃ παντὸς τοῦ σώματος τιμιώτερον ἦν μέλος, τοῦτο πρὸς τοὺς πόδας ἤνεγκε τοῦ Χριστοῦ, τὴν κεφαλὴν τὴν ἑαυτῆς. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἠγανάκτησαν, φησὶ, λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι τοῖς πτωχοῖς. Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπε· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ