489
φιλαργυρία! Ὁ γὰρ πολλάκις ἰδὼν αὐτὸν διὰ μέσου διελθόντα, καὶ μὴ κατασχεθέντα, καὶ τῆς αὐτοῦ θεότητος καὶ δυνάμεως πολλὰς παρασχόντα τὰς ἀποδείξεις, προσεδόκησεν αὐτὸν καθέξειν· καὶ ταῦτα, τοσαῦτα αὐτῷ κατεπᾴδοντα καὶ φοβερὰ καὶ προσηνῆ ῥήματα, ὥστε καταλῦσαι τὴν πονηρὰν ταύτην ἔννοιαν. Οὐδὲ γὰρ ἐν τῷ δείπνῳ ταύτης ἀπέστη τῆς ἐπιμελείας, ἀλλ' ἕως ἐσχάτης ἡμέρας ὑπὲρ τούτων αὐτῷ διελέγετο. Ἀλλ' οὐδὲν ἐκεῖνος ἐκέρδανεν. Οὐ μὴν διὰ τοῦτο ὁ ∆εσπότης ἐπαύσατο τὰ αὐτοῦ ποιῶν. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, μὴ διαλιμπάνωμεν πάντα ποιοῦντες εἰς τοὺς ἁμαρτάνοντας καὶ ῥᾳθύμους, νουθετοῦντες, διδάσκοντες, παρακαλοῦντες, παραινοῦντες, συμβουλεύοντες, κἂν μηδὲν ὠφελῶμεν. Καὶ γὰρ ὁ Χριστὸς προῄδει τὸ ἀδιόρθωτον τοῦ προδότου· ἀλλ' ὅμως οὐκ ἐπαύσατο τὰ παρ' ἑαυτοῦ εἰσφέρων, καὶ νουθετῶν, καὶ ἀπειλῶν, καὶ ταλανίζων, καὶ οὐδαμοῦ σαφῶς, οὐδὲ δήλως, ἀλλ' ἐπικεκρυμμένως. Ἐν αὐτῷ δὲ τῷ καιρῷ τῆς προδοσίας καὶ φιλῆσαι αὐτὸν κατεδέξατο· ἀλλ' οὐδὲν ἐκεῖνον ὤνησε τοῦτο. Τοσοῦτον ἡ φιλαργυρία κακόν· αὕτη γὰρ αὐτὸν καὶ προδότην καὶ ἱερόσυλον ἐποίησεν. Ἀκούσατε, πάντες οἱ φιλάργυροι, οἱ τὸ τοῦ Ἰούδα νόσημα ἔχοντες· ἀκούσατε καὶ φυλάξασθε τὸ πάθος. Εἰ γὰρ ὁ συνὼν τῷ Χριστῷ, καὶ σημεῖα ἐργασάμενος, καὶ τοσαύτης ἀπολαύσας διδασκαλίας, ἐπειδὴ μὴ ἀπηλλάγη τοῦ νοσήματος, εἰς τοσοῦτον κατηνέχθη βάραθρον· πολλῷ μᾶλλον ὑμεῖς, οἱ μηδὲ Γραφῶν ἀκούοντες, οἱ διαπαντὸς τοῖς παροῦσι προσηλωμένοι, εὐάλωτοι τῷ πάθει τούτῳ γενήσεσθε, εἰ μὴ συνεχοῦς ἀπολαύοιτε ἐπιμελείας. Καθ' ἑκάστην ἡμέραν συνῆν ἐκεῖνο. τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ καθ' ἑκάστην ἐπαιδεύετο τὴν ἡμέραν, δι' ἔργων, διὰ ῥημάτων, μὴ χρυσίον, μὴ ἀργύριον, μὴ δύο χιτῶνας ἔχειν, καὶ 58.728 ὅμως οὐκ ἐσωφρονίσθη· καὶ πῶς σὺ προσδοκᾷς διαφεύξεσθαι τὸ νόσημα, μὴ σφοδρᾶς ἀπολαύων θεραπείας, καὶ πολλῇ τῇ σπουδῇ κεχρημένος; ∆εινὸν γὰρ, δεινὸν τουτὶ τὸ θηρίον· ἀλλ' ὅμως ἂν ἐθέλῃς, ῥᾳδίως περιέσῃ. Οὐ γάρ ἐστιν ἡ ἐπιθυμία φυσική· καὶ δῆλον τοῦτο ἐκ τῶν ἀπηλλαγμένων αὐτῆς. Τὰ γὰρ τῆς φύσεως κοινὰ πάντων ἐστίν· αὕτη δὲ ἐκ ῥᾳθυμίας ἡ ἐπιθυμία γίνεται μόνης· ἐντεῦθεν φύεται, ἐντεῦθεν αὔξεται· καὶ τοὺς πρὸς αὐτὴν κεχηνότας ὅταν ἕλῃ, παρὰ φύσιν ποιεῖ ζῇν. Ὅταν γὰρ ἀγνοῶσι τοὺς ὁμοφύλους, τοὺς φίλους, τοὺς ἀδελφοὺς, τοὺς συγγενεῖς, ἅπαντας ἁπλῶς, καὶ μετὰ τούτων καὶ ἑαυτοὺς, παρὰ φύσιν τοῦτό ἐστι ζῇν. Ὅθεν δῆλον, ὅτι παρὰ φύσιν ἡ κακία, καὶ τὸ τῆς φιλαργυρίας νόσημα, ᾧ καὶ Ἰούδας περιπεσὼν, προδότης ἐγένετο. Καὶ πῶς τοιοῦτος γέγονε, φησὶ, κληθεὶς ὑπὸ τοῦ Χριστοῦ; Ὅτι οὐκ ἀναγκαστικὴ τοῦ Θεοῦ ἡ κλῆσις, οὐδὲ βιάζεται τὴν γνώμην τῶν μὴ βουλομένων ἀρετὴν ἑλέσθαι, ἀλλὰ παραινεῖ μὲν καὶ συμβουλεύει, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πεῖσαι γενέσθαι χρηστούς· εἰ δὲ μὴ ἀνάσχοιντό τινες, οὐκ ἀναγκάζει. Εἰ δὲ βούλει μαθεῖν, πόθεν αὐτὸς γέγονε τοιοῦτος, εὑρήσεις ἀπὸ τῆς φιλαργυρίας αὐτὸν ἀπολωλότα. Καὶ πῶς ὑπὸ τοῦ πάθους ἑάλω τούτου; φησίν. Ἐπειδὴ ἐῤῥᾳθύμησεν. Ἐντεῦθεν γὰρ αἱ τοιαῦται μεταβολαὶ, ὥσπερ οὖν ἀπὸ σπουδῆς αἱ πρὸς τὸ ἐναντίον. Πόσοι γοῦν βίαιοι γενόμενοι, προβάτων εἰσὶν ἡμερώτεροι νῦν; πόσοι ἀσελγεῖς, σώφρονες μετὰ ταῦτα κατέστησαν; πόσοι πλεονέκται πρὸ τούτου, νῦν δὲ καὶ τὰ ἑαυτῶν ἔῤῥιψαν; Καὶ τοὐναντίον πάλιν ἀπὸ ῥᾳθυμίας συνέβη. Καὶ γὰρ ὁ Γιεζῆ ἀνδρὶ ἁγίῳ συνέζη, καὶ γέγονε μοχθηρὸς καὶ αὐτὸς ἀπὸ τοῦ αὐτοῦ νοσήματος. Τὸ γὰρ πάντων χαλεπώτατον τοῦτο τὸ πάθος. Ἐντεῦθεν τυμβωρύχοι, ἐντεῦθεν ἀνδροφόνοι, ἐντεῦθεν πόλεμοι καὶ μάχαι, καὶ ὅπερ ἂν εἴπῃς κακὸν, ἐντεῦθεν. Καὶ πανταχοῦ ἄχρηστος ὁ τοιοῦτος, ἄν τε στρατηγῆσαι, ἄν τε δημαγωγῆσαι δέῃ· μᾶλλον δὲ οὐκ ἐν τοῖς κοινοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἰδίοις. Κἂν γυναῖκα ἄγεσθαι μέλλῃ, οὐ λήψεται τὴν ἐνάρετον, ἀλλὰ τὴν πασῶν φαυλοτάτην· κἂν οἰκίαν πρίασθαι, οὐ τὴν ἐλευθέρῳ πρέπουσαν, ἀλλὰ τὴν πολὺν δυναμένην τὸν μισθὸν ἐνεγκεῖν· κἂν οἰκέτας, κἂν ὁτιοῦν ἕτερον ὠνεῖσθαι μέλλῃ, τὸ φαυλότατον λήψεται. Καὶ τί λέγω στρατηγίαν, καὶ δημαγωγίαν, καὶ οἰκονομίας; Κἂν