493
σατανικὰ ποιήσας, καὶ ἀργύριον συνθέμενος λαμβάνειν, καὶ παρ' ἐμοῦ δὲ διελεγχθεὶς, ἔτι τολμᾷς ἐρωτᾷν; Ἀλλ' οὐδὲν τούτων εἴρηκεν· ἀλλὰ πῶς; Σὺ εἶπας· ὅρους ἡμῖν καὶ κανόνας ἀνεξικακίας πηγνύς. Ἀλλ' ἐρεῖ τις· Καὶ μὴν εἰ γέγραπται παθεῖν αὐτὸν ταῦτα, διατί ἐγκαλεῖται Ἰούδας; τὰ γὰρ γεγραμμένα ἐποίησεν. Ἀλλ' οὐ ταύτῃ τῇ γνώμῃ, ἀλλὰ διὰ πονηρίαν. Εἰ δὲ μὴ τὸν σκοπὸν ἐξετάζοις, καὶ τὸν διάβολον ἀπαλλάξεις τῶν ἐγκλημάτων. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Μυρίων γὰρ ἄξιοι κολάσεων καὶ οὗτος κἀκεῖνος, εἰ καὶ ἡ οἰκουμένη ἐσώθη. Οὐδὲ γὰρ ἡ προδοσία τοῦ Ἰούδα τὴν σωτηρίαν ἡμῖν εἰργάσατο, ἀλλ' ἡ τοῦ Χριστοῦ σοφία, καὶ τῆς αὐτοῦ εὐμηχανίας τὸ εὔπορον, ταῖς ἑτέρων πονηρίαις εἰς τὸ ἡμῖν συμφέρον ἀποχρωμένου. Τί οὖν; φησίν· εἰ καὶ Ἰούδας μὴ προὔδωκεν, ἕτερος οὐκ ἂν προὔδωκε; Καὶ τί τοῦτο πρὸς τὸ ζητούμενον; Ὅτι εἰ σταυρωθῆναι ἔδει τὸν Χριστὸν, φησὶ, διά τινος ἔδει· εἰ δὲ διά τινος ἔδει, δι' ἀνθρώπου πάντως τοιούτου. Εἰ δὲ πάντες ἦσαν ἀγαθοὶ, ἐνεποδίσθη ἂν ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. Μὴ γένοιτο! Αὐτὸς γὰρ ὁ πάνσοφος ᾔδει πῶς οἰκονομήσει τὰ ἡμέτερα, καὶ τούτου συμβάντος· εὔπορος γὰρ αὐτοῦ ἡ σοφία καὶ ἀκατάληπτος. ∆ιὰ γὰρ τοῦτο ἵνα μή τις νομίσῃ, ὅτι οἰκονομίας ὑπηρέτης ἐγένετο, ταλανίζει τὸν ἄνθρωπον. 58.733 Ἀλλ' ἐρεῖ τις πάλιν· Καὶ εἰ καλὸν ἦν τὸ μὴ γεννηθῆναι αὐτὸν, τίνος ἕνεκεν εἴασεν εἰς μέσον ἐλθεῖν, καὶ τοῦτον καὶ τοὺς πονηροὺς ἅπαντας; ∆έον σε τοῖς πονηροῖς ἐγκαλεῖν, ὅτι κύριοι ὄντες μὴ γενέσθαι τοιοῦτοι, γεγόνασι πονηροὶ, σὺ δὲ τοῦτο ἀφεὶς, πολυπραγμονεῖς τὰ τοῦ Θεοῦ, καὶ περιεργάζῃ· καίτοι εἰδὼς, ὡς οὐκ ἀνάγκῃ τίς ἐστι πονηρός. Ἀλλὰ τοὺς ἀγαθοὺς ἔδει γενέσθαι μόνους, φησὶ, καὶ γεέννης οὐκ ἦν χρεία, οὐδὲ κολάσεως καὶ τιμωρίας, οὐδὲ κακίας ἴχνος· τοὺς δὲ πονηροὺς ἢ μὴ γενέσθαι, ἢ γενομένους εὐθέως ἀπελθεῖν. Πρῶτον μὲν οὖν ἄξιον πρὸς σὲ εἰπεῖν τὸ ἀποστολικόν· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Εἰ δὲ καὶ λογισμοὺς ἀπαιτεῖς, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι μειζόνως θαυμάζονται οἱ ἀγαθοὶ μεταξὺ πονηρῶν ὄντες· καὶ γὰρ ἡ ἀνεξικακία καὶ ἡ πολλὴ φιλοσοφία αὐτῶν τότε μάλιστα δείκνυται. Σὺ δὲ ὑπόθεσιν ἀναιρεῖς παλαισμάτων καὶ ἀγώνων, ταῦτα λέγων. Τί οὖν; ἵνα οὗτοι καλοὶ φανῶσι, κολάζονται ἕτεροι; φησί. Μὴ γένοιτο! ἀλλὰ διὰ τὴν ἑαυτῶν πονηρίαν. Οὐδὲ γὰρ ἐπειδὴ παρήχθησαν, γεγόνασι πονηροὶ, ἀλλὰ διὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν· διὸ καὶ κολάζονται. Πῶς γὰρ οὐκ ἂν εἶεν κολάσεως ἄξιοι, τοσούτους διδασκάλους ἔχοντες ἀρετῆς, καὶ μηδὲν ἐντεῦθεν κερδαίνοντες; Ὥσπερ γὰρ οἱ καλοὶ καὶ ἀγαθοὶ διπλῆς ἄξιοι τιμῆς, ὅτι καὶ χρηστοὶ γεγόνασι, καὶ οὐδὲν παρὰ τῶν πονηρῶν ἐβλάβησαν· οὕτω καὶ οἱ φαῦλοι διπλῆς ἄξιοι κολάσεως, ὅτι τε πονηροὶ γεγόνασι, δυνάμενοι γενέσθαι καλοί (καὶ δηλοῦσιν οἱ γενόμενοι)· καὶ ὅτι οὐδὲν ἀπὸ τῶν ἀγαθῶν ἐκέρδαναν. Ἀλλ' ἴδωμεν τί φησιν ὁ δείλαιος οὗτος διελεγχόμενος παρὰ τοῦ διδασκάλου. Τί οὖν φησι; Μήτι ἐγώ εἰμι, Ῥαββί; Καὶ διατί μὴ ἐξ ἀρχῆς τοῦτο ἠρώτησεν; Ἐνόμισε λανθάνειν τῷ εἰρῆσθαι, Εἷς ἐξ ὑμῶν· ὅτε δὲ αὐτὸν δῆλον ἐποίησεν, ἐτόλμησε πάλιν ἐρέσθαι, τῇ ἐπιεικείᾳ τοῦ ∆ιδασκάλου θαῤῥῶν, ὡς οὐκ ἐλέγξοντος αὐτόν. ∆ιὰ τοῦτο γοῦν καὶ Ῥαββὶ ἐκάλεσεν. γʹ. Ὢ τῆς πηρώσεως! ποῦ αὐτὸν ἐξήγαγε; Τοιοῦτον γὰρ ἡ φιλαργυρία· μωροὺς καὶ ἀνοήτους ἐργάζεται, ἰταμοὺς καὶ κύνας ἀντὶ ἀνθρώπων· μᾶλλον δὲ καὶ κυνῶν χαλεπωτέρους, καὶ δαίμονας ἀπὸ κυνῶν. Οὗτος γοῦν τὸν μὲν διάβολον προσίετο καὶ ἐπιβουλεύοντα, τὸν δὲ Ἰησοῦν καὶ εὐεργετοῦντα προὔδωκε, διάβολος ἤδη γενόμενος τῇ προαιρέσει. Τοιούτους γὰρ ποιεῖ ἡ ἀκόρεστος τῶν χρημάτων ἐπιθυμία, ἔκφρονας, παραπλῆγας, ὅλους τοῦ λήμματος, καθάπερ καὶ Ἰούδας ἐγένετο. Πῶς δὲ ὁ μὲν Ματθαῖός φησι καὶ οἱ ἄλλοι, ὅτι ὅτε συνετάξατο περὶ τῆς προδοσίας, τότε αὐτὸν ὁ διάβολος εἷλεν· ὁ δὲ Ἰωάννης, ὅτι Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς; Καὶ αὐτὸς τοῦτο οἶδεν. Ἀνωτέρω γάρ φησι· ∆είπνου γενομένου, καὶ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα, ἵνα αὐτὸν παραδῷ. Πῶς οὖν φησι, Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς