495
ἀπήλαυσαν. Νυνὶ δὲ καὶ ταύτῃ πάντων ἐκείνων εἰσὶν ἀφορητότεροι, ὅτι ἐν ταῖς πόλεσι ταῦτα ποιοῦσιν, ἅπερ ἐν ἐρημίαις ἐκεῖνοι, τὰς πόλεις ἐρημίας ἐργαζόμενοι, καὶ καθάπερ ἐν ἐρημίᾳ οὐδενὸς ὄντος τοῦ κωλύοντος, οὕτω τὰ πάντων συλῶντες. Ἀλλ' οὐ βάλλουσι λίθοις τοὺς ἀπαντῶντας. Καὶ τί τοῦτο; Λίθους μὲν γὰρ ῥᾴδιον καὶ φυλάξασθαι· ἃ δὲ διὰ χάρτου καὶ μέλανος ἐργάζονται τοῖς ταλαιπώροις πένησι τραύματα, γραμματεῖα μυρίων πληγῶν γέμοντα συντιθέντες, τίς ἄν ποτε ῥᾳδίως φυλάξαιτο τῶν ἐμπεσόντων; δʹ. Ἴδωμεν δὲ καὶ ἑαυτοὺς ὅσα ἐργάζονται. Γυμνοὶ περιπατοῦσι κατὰ τὴν πόλιν· ἱμάτιον γὰρ αὐτοῖς οὐκ ἔστιν ἀρετῆς. Εἰ δὲ οὐ δοκεῖ τοῦτο αὐτοῖς αἰσχρὸν εἶναι, καὶ τοῦτο τῆς ὑπερβαλλούσης αὐτῶν μανίας, ὅτι οὐδὲ αἰσθάνονται τῆς ἀσχημοσύνης· ἀλλὰ σῶμα μὲν γυμνωθέντες αἰσχύνονται, τὴν δὲ ψυχὴν γυμνὴν περιφέροντες ἐγκαλλωπίζονται. Εἰ δὲ βούλεσθε, καὶ τὸ αἴτιον τῆς ἀναισθησίας ἐρῶ. Τί οὖν τὸ αἴτιον; Ἐν πολλοῖς οὕτω γυμνουμένοις γυμνοῦνται, διόπερ οὐδὲ αἰσχύνονται, καθάπερ οὐδὲ ἐν τοῖς βαλανείοις ἡμεῖς. Ὡς εἴγε πολλοὶ ἦσαν οἱ τὴν ἀρετὴν περιβεβλημένοι, τότε ἂν μειζόνως τὸ αἶσχος αὐτῶν ἐφάνη. Νῦν δὲ τοῦτο μάλιστά ἐστι τὸ πολλῶν δακρύων ἄξιον, ὅτι διὰ τὸ πολλοὺς εἶναι κακοὺς οὐδὲ ἐν αἰσχύνῃ τὰ κακά. Μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο εἰργάσατο ὁ διάβολος, τὸ μηδὲ αἴσθησιν ἀφιέναι λαβεῖν τῶν κακῶν, ἀλλὰ τῷ πλήθει τῶν μετιόντων τὴν πονηρίαν συσκιάζειν αὐτῆς τὴν αἰσχύνην· ἐπεὶ εἰ συνέβη ἐν πλήθει πολλῶν εἶναι φιλοσοφούντων, μᾶλλον ἂν εἶδεν αὐτοῦ τὴν γύμνωσιν ὁ τοιοῦτος. Ὅτι μὲν οὖν τῶν δαιμονώντων εἰσὶ γυμνότεροι, δῆλον ἐκ τούτων· ὅτι δὲ καὶ ἐρήμους ἐπέρχονται, οὐδὲ τοῦτο ἄν τις ἀντείποι. Ἡ γὰρ πλατεῖα καὶ εὐρύχωρος ἐρήμου πάσης ἐρημοτέρα. Εἰ γὰρ καὶ πολλοὺς ἔχει τοὺς ὁδεύοντας, ἀλλ' ὅμως ἀνθρώπων οὐδένα, ἀλλ' ὄφεις, σκορπίους, λύκους, ἔχεις, ἀσπίδας. Τοιοῦτοι γὰρ οἱ τὴν πονηρίαν μετιόντες. Οὐκ ἐρήμη δὲ μόνον αὕτη, ἀλλὰ καὶ τραχυτέρα ἐκείνης. Καὶ τοῦτο δῆλον ἐντεῦθεν. Οὐ γὰρ οὕτω πλήττουσι λίθοι καὶ φάραγγες καὶ ἀκρώρειαι τοὺς ἀναβαίνοντας αὐτὰς, ὡς ἁρπαγὴ καὶ πλεονεξία τὰς μετιούσας αὐτὴν ψυχάς. Ὅτι δὲ καὶ παρὰ τὰ μνημεῖα ζῶσι, καθάπερ οἱ δαιμονῶντες, μᾶλλον δὲ καὶ αὐτοὶ μνήματά εἰσι, δῆλον ἐντεῦθεν. Τί γάρ ἐστι μνημεῖον; Λίθος, σῶμα νεκρὸν ἔχων ἐγκείμενον. Τί οὖν ἐκείνων διαφέρει τῶν λίθων τὰ τούτων σώματα; μᾶλλον δὲ καὶ ἐκείνων ἐλεεινότερα ταῦτα. Οὐ γὰρ λίθος ἐστὶ σῶμα νεκρὸν ἔχων, ἀλλὰ σῶμα λίθων ἀναισθητότερον, ψυχὴν περιφέρον νεκράν. ∆ιὸ οὐκ ἄν τις ἁμάρτοι τάφους αὐτοὺς προσειπών. Καὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν οὕτως ἐκάλεσε τοὺς Ἰουδαίους, διὰ τοῦτο μάλιστα· ἐπήγαγε γοῦν λέγων· Ἔσωθεν δὲ γέμουσιν ἁρπαγῆς καὶ πλεονεξίας. Βούλεσθε λοιπὸν δείξω, πῶς καὶ λίθοις τὰς ἑαυτῶν κατατέμνουσι κεφαλάς; Πόθεν οὖν πρῶτον, εἰπέ μοι, τοῦτο βούλει μαθεῖν; ἀπὸ τῶν 58.736 ἐντεῦθεν, ἢ ἀπὸ τῶν μελλόντων; Ἀλλὰ τῶν μελλόντων αὐτοῖς οὐ πολὺς ὁ λόγος· οὐκοῦν τὰ ἐνταῦθα ῥητέον. Πόσων γὰρ λίθων οὐ χαλεπώτεραι αἱ φροντίδες, οὐ κεφαλὰς τιτρώσκουσαι, ἀλλὰ ψυχὴν δαπανῶσαι; ∆εδοίκασι γὰρ, μήποτε δικαίως ἐκ τῆς αὐτῶν οἰκίας ἐξέλθῃ τὰ ἀδίκως ἐπεισελθόντα· τρέμουσιν ὑπὲρ τῶν ἐσχάτων, ὀργίζονται, παροξύνονται, πρὸς οἰκείους, πρὸς ἀλλοτρίους· καὶ νῦν μὲν ἀθυμία, νῦν δὲ φόβος, νῦν δὲ θυμὸς αὐτοὺς διαδέχεται, καὶ καθάπερ κρημνοὺς ἀπὸ κρημνῶν διαβαίνοντες, καὶ τὰ μηδέπω κτηθέντα καθ' ἑκάστην καραδοκοῦσι τὴν ἡμέραν. ∆ιόπερ οὐδὲ ἥδονται ὑπὲρ ὧν ἔχουσι, τῷ τε μὴ θαῤῥεῖν ὑπὲρ τῆς ἀσφαλείας αὐτῶν, τῷ τε ὅλῃ τῇ διανοίᾳ πρὸς τὰ μηδέπω ληφθέντα κεχηνέναι. Καὶ καθάπερ ὁ διηνεκῶς διψῶν, κἂν μυρίας ἐκπίῃ πηγὰς, οὐκ αἰσθάνεται τῆς ἡδονῆς, διὰ τὸ μὴ λαμβάνειν κόρον· οὕτω καὶ οὗτοι, οὐ μόνον οὐχ ἥδονται, ἀλλὰ καὶ βασανίζονται, ὅσῳ ἂν περιβάλλωνται, τῷ μηδὲν εἰδέναι πέρας τῆς τοιαύτης ἐπιθυμίας. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· εἴπωμεν δὲ καὶ περὶ τῆς μελλούσης ἡμέρας. Εἰ γὰρ καὶ αὐτοὶ μὴ προσέχουσιν, ἀλλ' ἡμῖν ἀναγκαῖον εἰπεῖν. Κατὰ τὴν μέλλουσαν οὖν ἡμέραν πανταχοῦ κολαζομένους ἴδοι τις ἂν τοὺς τοιούτους. Καὶ γὰρ ὅταν λέγῃ,