496
Ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ οὐκ ἐποτίσατέ με, τούτους κολάζει· καὶ ὅταν λέγῃ, Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, τοὺς κακῶς πλουτοῦντας ἐκεῖ παραπέμπει. Καὶ ὁ δοῦλος ὁ πονηρὸς, ὁ μὴ διδοὺς τοῖς συνδούλοις τὰ ὑπάρχοντα τὰ δεσποτικὰ, τῆς τούτων μερίδος ἐστί· καὶ ὁ τὸ τάλαντον κατορύξας, καὶ αἱ πέντε παρθένοι. Καὶ ὅπου δ' ἂν ἀπέλθῃς, τοὺς φιλαργύρους κολαζομένους ὄψει. Καὶ νῦν μὲν ἀκούσονται, Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· νῦν δὲ, Πορεύεσθε ἀπ' ἐμοῦ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον· καὶ νῦν μὲν διχοτομηθέντες ἀπελεύσονται ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ πάντοθεν αὐτοὺς ἐλαυνομένους ἴδοι τις ἂν, καὶ οὐδαμοῦ χώραν ἔχοντας, ἀλλ' εἰς τὴν γέενναν μόνην συναγομένους. εʹ. Τί τοίνυν τῆς ὀρθῆς ἡμῖν πίστεως ὄφελος εἰς σωτηρίαν, ὅταν ταῦτα ἀκούσωμεν; Ἐκεῖ ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ σκότος ἐξώτερον, καὶ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τὸ διχοτομεῖσθαι, καὶ τὸ ἐλαύνεσθαι· ἐνταῦθα ἀπέχθειαι, κακηγορίαι, διαβολαὶ, κίνδυνοι, φροντίδες, ἐπιβουλαὶ, τὸ παρὰ πάντων μισεῖσθαι, τὸ παρὰ πάντων βδελύττεσθαι, καὶ παρ' αὐτῶν τῶν δοκούντων κολακεύειν. Ὥσπερ γὰρ τοὺς ἀγαθοὺς οὐχ οἱ ἀγαθοὶ μόνον, ἀλλὰ καὶ οἱ πονηροὶ θαυμάζουσιν, οὕτω τοὺς κακοὺς οὐχ οἱ χρηστοὶ μόνον, ἀλλὰ καὶ οἱ φαῦλοι μισοῦσι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, τοὺς φιλαργύρους ἡδέως ἂν ἐροίμην, εἰ μὴ πρὸς ἀλλήλους ἀηδῶς ἔχουσι, καὶ τῶν τὰ μέγιστα ἠδικηκότων πολεμιωτέρους εἶναι νομίζουσιν, εἰ μὴ καὶ ἑαυτῶν κατηγοροῦσιν, εἰ μὴ ὕβριν τὸ πρᾶγμά φασιν, ὅταν τις αὐτοῖς τοῦτο προσενέγκῃ τὸ ὄνειδος. Καὶ γὰρ ὄνειδος ἔσχατον τοῦτο, καὶ πολλῆς κακίας ἀπόδειξις. Εἰ γὰρ χρημάτων ὑπεριδεῖν οὐκ ἀνέχῃ, τίνος περιέσῃ ποτέ; ἐπιθυμίας, καὶ δοξομανίας, καὶ θυμοῦ, καὶ ὀργῆς; Καὶ πῶς ἄν τις πεισθείη; Ἐπιθυμίας μὲν γὰρ ἕνεκεν τῆς τῶν σωμάτων, καὶ ὀργῆς καὶ θυμοῦ, πολλοὶ καὶ τῇ τῆς σαρκὸς κατασκευῇ λογίζονται, καὶ τὰς ὑπερβολὰς ἀνατιθέασιν ἰατρῶν παῖδες· καὶ τὸν μὲν θερμότερον καὶ ὑγρότερον λαγνότερον εἶναί φασι, τὸν δὲ πρὸς ξηροτέραν ἐκπεσόντα δυσκρασίαν, ὁρμητίαν καὶ ἀκρόχολον καὶ θυμώδη. Φιλ 58.737 αργυρίας δὲ ἕνεκεν οὐδεὶς οὐδέποτε αὐτῶν ἤκουσεν οὐδὲν εἰρηκότων τοιοῦτον. Οὕτω ῥᾳθυμίας μόνης ἐστὶ καὶ ψυχῆς ἀναλγήτου τὸ νόσημα. ∆ιὸ παρακαλῶ, σπουδάζωμεν πάντα τὰ τοιαῦτα διορθοῦν, καὶ τὰ καθ' ἑκάστην ἡμῖν ἡλικίαν ἐπιγινόμενα πάθη πρὸς τὸ ἐναντίον μετατιθέναι. Ἂν δὲ καθ' ἕκαστον μέρος τῆς ζωῆς ἡμῶν παραπλέωμεν τοὺς τῆς ἀρετῆς πόνους, πανταχοῦ ναυάγια ὑπομένοντες, ἐπὶ τὸν λιμένα ἐλθόντες ἔρημοι φορτίων πνευματικῶν, τὰ ἔσχατα ὑπομενοῦμεν. Πέλαγος γάρ ἐστι τεταμένον ὁ παρὼν βίος. Καὶ ὥσπερ ἐν τῇ θαλάττῃ ταύτῃ διάφοροι κόλποι, διαφόρους ἔχοντες χειμῶνας· καὶ ὁ μὲν Αἰγαῖος διὰ τὰ πνεύματά ἐστι χαλεπός· ὁ δὲ πορθμὸς ὁ Τυῤῥηνικὸς, διὰ τὴν στενοχωρίαν· ἡ δὲ Χάρυβδις ἡ πρὸς τῇ Λιβύῃ, διὰ τὰ τέλματα· ἡ Προποντὶς ἡ ἔξω τοῦ Εὐξείνου πόντου, διὰ τὸ ῥαγδαῖον καὶ ῥόθιον· τὰ ἔξω Γαδείρων, διὰ τὴν ἐρημίαν καὶ τὸ ἀτριβὲς καὶ τὸ ἀνιστόρητον τῶν τόπων· καὶ ἄλλο μέρος δι' ἕτερον· οὕτω καὶ ἐπὶ τῆς ζωῆς τῆς ἡμετέρας. Καὶ πρῶτον πέλαγος ἔστιν ἰδεῖν τὸ τῆς παιδικῆς ἡλικίας, πολὺν ἔχον τὸν σάλον διὰ τὸ ἀνόητον, διὰ τὴν εὐκολίαν, διὰ τὸ μὴ πεπηγέναι. ∆ιὰ τοῦτο καὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐφιστῶμεν, τὸ λεῖπον τῇ φύσει διὰ τῆς ἐπιμελείας εἰσφέροντες, ὥσπερ ἐκεῖ διὰ τῆς τέχνης τῆς κυβερνητικῆς. Μετὰ ταύτην τὴν ἡλικίαν ἡ τοῦ μειρακίου διαδέχεται θάλαττα, ἔνθα σφοδρὰ τὰ πνεύματα, καθάπερ ἐν τῷ Αἰγαίῳ, τῆς ἐπιθυμίας ἡμῖν αὐξανομένης. Καὶ αὕτη μάλιστα ἡ ἡλικία διορθώσεως ἔρημος· οὐ διὰ τὸ ἐνοχλεῖσθαι μόνον 58.738 σφοδρότερον, ἀλλὰ καὶ διὰ τὸ τὰ ἁμαρτήματα μὴ ἐλέγχεσθαι· καὶ γὰρ καὶ διδάσκαλος καὶ παιδαγωγὸς λοιπὸν ὑπεξίστανται. Ὅταν οὖν τὰ μὲν πνεύματα σφοδρότερον διαπνέῃ, ὁ δὲ κυβερνήτης ἀσθενέστερος ᾖ, καὶ ὁ ἀμύνων μηδεὶς ᾖ, ἐννόησον τοῦ χειμῶνος τὸ μέγεθος. Μετὰ τοῦτο πάλιν ἕτερον μέρος τῆς ἡλικίας, τὸ τῶν ἀνδρῶν ἔπεισιν, ἐν ᾧ τὰ τῆς οἰκονομίας ἐπίκειται· ὅτε γυνὴ, καὶ γάμος, καὶ