498
ὑπὲρ πολλῶν κλώμενον. Καὶ πῶς οὐκ ἐθορυβήθησαν τοῦτο ἀκούσαντες; Ὅτι πολλὰ καὶ μεγάλα περὶ τούτου καὶ ἔμπροσθεν αὐτοῖς ἦν προδιαλεχθείς. ∆ιόπερ ἐκεῖνο μὲν οὐκέτι κατασκευάζει· καὶ γὰρ αὐτάρκως ἦσαν ἀκούσαντες· τὴν δὲ αἰτίαν λέγει τοῦ πάθους, τῶν ἁμαρτημάτων τὴν ἀναίρεσιν. Καὶ αἷμα Καινῆς ∆ιαθήκης καλεῖ, τουτέστι, τῆς ὑποσχέσεως, τῆς ἐπαγγελίας, τοῦ νόμου τοῦ καινοῦ. Τοῦτο γὰρ καὶ ὑπέσχετο πάλαι, καὶ τὴν ∆ιαθήκην τοῦτο συνέχει τὴν ἐν τῇ Καινῇ. Καὶ ὥσπερ ἡ Παλαιὰ πρόβατα καὶ μόσχους εἶχεν, οὕτως αὕτη τὸ αἷμα τὸ ∆εσποτικόν. Κἀντεῦθεν δείκνυσιν, ὅτι καὶ μέλλει τελευτᾷν· διὸ καὶ ∆ιαθήκης μέμνηται· καὶ ἀναμιμνήσκει δὲ τῆς προτέρας· καὶ γὰρ καὶ ἐκείνη δι' αἵματος ἐγκεκαίνιστο. Καὶ πάλιν λέγει τοῦ θανάτου τὴν αἰτίαν· Τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν 58.739 ἁμαρτιῶν· καί φησι, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Εἶδες πῶς ἐξάγει τῶν Ἰουδαϊκῶν ἐθῶν, καὶ ἀφίστησι; Καθάπερ γὰρ ἐκεῖνο ἐποιεῖτε, φησὶν, εἰς ἀνάμνησιν τῶν ἐν Αἰγύπτῳ θαυμάτων, οὕτω καὶ τοῦτο εἰς ἐμήν. Ἐκεῖνο ἐξεχύθη εἰς σωτηρίαν τῶν πρωτοτόκων; τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν τῆς οἰκουμένης ἁπάσης. Τοῦτο γάρ ἐστι τὸ αἷμά μου, φησὶ, τὸ ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο δὲ ἔλεγε, κἀντεῦθεν δεικνὺς ἅμα ὅτι μυστήριόν ἐστι τὸ πάθος καὶ ὁ σταυρὸς, καὶ διὰ τούτου πάλιν παρακαλῶν τοὺς μαθητάς. Καὶ καθάπερ Μωϋσῆς φησι, Τοῦτο μνημόσυνον ὑμῖν αἰώνιον· οὕτω καὶ αὐτὸς, Εἰς ἐμὴν ἀνάμνησιν, ἕως ἂν παραγένωμαι. ∆ιὰ τοῦτο καὶ, Ἐπιθυμίᾳ ἐπεθύμησα, φησὶ, τὸ πάσχα τοῦτο φαγεῖν· τουτέστι, παραδοῦναι ὑμῖν τὰ καινὰ πράγματα, καὶ πάσχα δοῦναι, καθ' ὃ μέλλω πνευματικοὺς ποιεῖν. Καὶ αὐτὸς ἔπιεν ἐξ αὐτοῦ. Ἵνα γὰρ μὴ ταῦτα ἀκούοντες εἴπωσι, Τί οὖν; αἷμα πίνομεν, καὶ σάρκα ἐσθίομεν; καὶ θορυβηθῶσι τότε· (καὶ γὰρ ὅτε τοὺς περὶ τούτων ἐκίνει λόγους, καὶ πρὸς τὰ ῥήματα αὐτὰ πολλοὶ ἐσκανδαλίζοντο·) ἵν' οὖν μὴ καὶ τότε ταραχθῶσι, πρῶτος αὐτὸς τοῦτο ἐποίησεν, ἐνάγων αὐτοὺς ἀταράχως εἰς τὴν κοινωνίαν τῶν μυστηρίων. ∆ιὰ τοῦτο τὸ ἑαυτοῦ αἷμα αὐτὸς ἔπιεν. Τί οὖν· κἀκεῖνο χρὴ ποιεῖν τὸ παλαιόν; φησίν. Οὐδαμῶς. ∆ιὰ γὰρ τοῦτο εἶπε, Τοῦτο ποιεῖτε, ἵνα ἐκείνου ἀπαγάγῃ. Εἰ γὰρ τοῦτο ἄφεσιν ἁμαρτιῶν ἐργάζεται, ὥσπερ οὖν καὶ ἐργάζεται, περιττὸν ἐκεῖνο λοιπόν. Ὥσπερ οὖν ἐπὶ τῶν Ἰουδαίων, οὕτω καὶ ἐνταῦθα τῆς εὐεργεσίας ἐγκατέδησε τὸ μνημόσυνον τῷ μυστηρίῳ, κἀντεῦθεν ἐμφράττων τῶν αἱρετικῶν τὰ στόματα. Ὅταν γὰρ λέγωσι, Πόθεν δῆλον ὅτι ἐτύθη ὁ Χριστός; μετὰ τῶν ἄλλων καὶ ἀπὸ τῶν μυστηρίων αὐτοὺς ἐπιστομίζομεν. Εἰ γὰρ μὴ ἀπέθανεν ὁ Ἰησοῦς, τίνος σύμβολα τὰ τελούμενα; βʹ. Ὁρᾷς ὅση γέγονε σπουδὴ, ὥστε ἀεὶ ἀναμιμνήσκεσθαι, ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν; Ἐπειδὴ γὰρ ἔμελλον οἱ περὶ Μαρκίωνα καὶ Οὐαλεντῖνον καὶ Μανιχαῖον φύεσθαι, ταύτην ἀρνούμενοι τὴν οἰκονομίαν, διηνεκῶς ἀναμιμνήσκει τοῦ πάθους καὶ διὰ τῶν μυστηρίων, ὥστε μηδένα παραλογισθῆναι· ὁμοῦ μὲν σώζων, ὁμοῦ δὲ παιδεύων διὰ τῆς ἱερᾶς τραπέζης ἐκείνης. Καὶ γὰρ τὸ κεφάλαιον τῶν ἀγαθῶν τοῦτο. ∆ιὸ καὶ ὁ Παῦλος τοῦτο ἄνω καὶ κάτω στρέφει. Εἶτα ἐπειδὴ παρέδωκε, φησίν· Οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. Ἐπειδὴ γὰρ περὶ πάθους αὐτοῖς καὶ σταυροῦ διελέχθη, καὶ τὸν περὶ τῆς ἀναστάσεως πάλιν εἰσάγει λόγον, βασιλείας εἰς μέσον ἀναμνήσας, καὶ τὴν ἀνάστασιν οὕτω τὴν ἑαυτοῦ καλέσας. Καὶ τίνος ἕνεκεν ἀναστὰς ἔπιεν; Ἵνα μὴ νομίσωσιν οἱ παχύτεροι φαντασίαν εἶναι τὴν ἀνάστασιν. Τοῦ γὰρ ἀναστῆναι τοῦτο τεκμήριον ἐτίθεντο οἱ πολλοί. ∆ιὸ καὶ οἱ ἀπόστολοι πείθοντες αὐτοὺς περὶ ἀναστάσεως, τοῦτο ἔλεγον· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. ∆ηλῶν τοίνυν ὅτι αὐτὸν ὄψονται ἀναστάντα λαμπρῶς, καὶ μετ' αὐτῶν ἔσται πάλιν, καὶ αὐτοὶ μαρτυρήσουσι τοῖς γινομένοις, καὶ δι' ὄψεως καὶ διὰ πραγμάτων, φησίν· Ἕως ἂν αὐτὸ πίω καινὸν μεθ' ὑμῶν, ὑμῶν μαρτυρούντων. Ὑμεῖς γάρ με ὄψεσθε ἀναστάντα. Τί δέ ἐστι, Καινόν; Καινῶς, τουτέστι ξένως, οὐ σῶμα 58.740 παθητὸν ἔχων, ἀλλ' ἀθάνατον λοιπὸν καὶ ἄφθαρτον, καὶ οὐ δεόμενον τροφῆς. Οὐ τοίνυν διὰ