499
χρείαν μετὰ τὴν ἀνάστασιν ἔφαγέ τε καὶ ἔπιεν· οὐδὲ γὰρ ἐδεῖτο λοιπὸν τὸ σῶμα τούτων· ἀλλὰ δι' ἀναστάσεως πληροφορίαν. Καὶ τίνος ἕνεκεν οὐχ ὕδωρ ἔπιεν ἀναστὰς, ἀλλ' οἶνον; Ἄλλην αἵρεσιν πονηρὰν πρόῤῥιζον ἀνασπῶν. Ἐπειδὴ γάρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, δεικνὺς ὅτι καὶ ἡνίκα τὰ μυστήρια παρέδωκεν, οἶνον παρέδωκε, καὶ ἡνίκα ἀναστὰς χωρὶς μυστηρίων ψιλὴν τράπεζαν παρετίθετο, οἴνῳ ἐκέχρητο, Ἐκ τοῦ γεννήματος, φησὶ, τῆς ἀμπέλου. Ἄμπελος δὲ οἶνον, οὐχ ὕδωρ γεννᾷ. Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Ἀκουέτωσαν ὅσοι καθάπερ χοῖροι ἐσθίοντες ἁπλῶς λακτίζουσι τὴν τράπεζαν τὴν αἰσθητὴν, καὶ ἀνίστανται μετὰ μέθης, δέον εὐχαριστεῖν καὶ εἰς ὕμνον τελευτᾷν. Ἀκούσατε ὅσοι τὴν τελευταίαν πάλιν εὐχὴν οὐκ ἀναμένετε τῶν μυστηρίων· αὕτη γὰρ ἐκείνης σύμβολον. Εὐχαρίστησε πρὸ τοῦ δοῦναι τοῖς μαθηταῖς, ἵνα καὶ ἡμεῖς εὐχαριστῶμεν. Εὐχαρίστησε καὶ ὕμνησε μετὰ τὸ δοῦναι, ἵνα καὶ ἡμεῖς αὐτὸ τοῦτο ποιῶμεν. Τί δήποτε δὲ εἰς τὸ ὄρος ἐξέρχεται; ∆ῆλον ἑαυτὸν ποιῶν πρὸς τὸ ληφθῆναι, ἵνα μὴ δόξῃ κρύπτεσθαι. Ἔσπευδε γὰρ ἐπὶ τὸν τόπον ἐλθεῖν, τὸν καὶ Ἰούδᾳ γνώριμον. Τότε λέγει αὐτοῖς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί. Εἶτα λέγει καὶ προφητείαν· Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα· ὁμοῦ μὲν πείθων αὐτοὺς ἀεὶ προσέχειν τοῖς γεγραμμένοις, ὁμοῦ δὲ δηλῶν ὅτι κατὰ Θεοῦ γνώμην ἐσταυροῦτο, καὶ πανταχόθεν δεικνὺς οὐκ ἀλλότριον ὄντα ἑαυτὸν τῆς Παλαιᾶς, οὐδὲ τοῦ ἐν αὐτῇ καταγγελλομένου Θεοῦ, καὶ ὅτι οἰκονομία τὸ γινόμενον ἦν, καὶ πάντα προανεκήρυξαν οἱ προφῆται ἄνωθεν τὰ ἐν τῷ πράγματι, ὥστε αὐτοὺς καὶ περὶ τῶν χρηστοτέρων σφόδρα θαῤῥεῖν. Καὶ διδάσκει εἰδέναι, τίνες μὲν πρὸ τοῦ σταυροῦ οἱ μαθηταὶ, τίνες δὲ μετὰ τὸν σταυρόν. Καὶ γὰρ οἱ σταυρουμένου μηδὲ στῆναι δυνάμενοι, οὗτοι μετὰ θάνατον σφοδροὶ καὶ ἀδάμαντος ἰσχυρότεροι. Καὶ τοῦτο δὲ αὐτὸ ἀπόδειξις τοῦ θανάτου, ἡ φυγὴ τῶν μαθητῶν καὶ ἡ δειλία. Εἰ γὰρ τοσαῦτα γέγονέ τε καὶ ἐλέχθη, καὶ ἀναισχυντοῦσί τινες, καί φασιν αὐτὸν μὴ ἐσταυρῶσθαι· εἰ μηδὲν τούτων συνέβη, ποῦ οὐκ ἂν ἐξέπεσον παρανομίας; ∆ιά τοι τοῦτο οὐχὶ διὰ τῶν οἰκείων παθῶν μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐν τοῖς μαθηταῖς βεβαιοῖ τὸν περὶ τοῦ θανάτου λόγον, καὶ διὰ τῶν μυστηρίων, πάντοθεν καταισχύνων τοὺς τὰ Μαρκίωνος νοσοῦντας. ∆ιὰ τοῦτο καὶ τὸν κορυφαῖον ἀφίησιν ἀρνήσασθαι. Εἰ δὲ μὴ ἐδέθη, μηδὲ ἐσταυρώθη, πόθεν καὶ ἐκείνῳ καὶ τοῖς λοιποῖς τοσοῦτος ἐγένετο φόβος; Οὐ μὴν ἀφῆκεν αὐτοὺς πάλιν μέχρι τῶν σκυθρωπῶν μεῖναι, ἀλλὰ τί φησι; Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Οὐδὲ γὰρ ἀπὸ οὐρανοῦ φαίνεται εὐθέως, οὐδὲ εἰς μακράν τινα χώραν ἄπεισιν, ἀλλ' ἐν αὐτῷ τῷ ἔθνει, ἐν ᾧ καὶ ἐσταυρώθη, ἐν αὐτοῖς σχεδὸν τοῖς χωρίοις, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς πιστώσασθαι, ὅτι ὁ σταυρωθεὶς αὐτὸς ἦν καὶ ὁ ἀναστὰς, καὶ ταύτῃ σκυθρωπάζοντας μειζόνως παραμυθήσασθαι. ∆ιὰ τοῦτο καὶ, Ἐν τῇ Γαλιλαίᾳ, εἶπεν, ἵνα τοῦ φόβου τῶν Ἰουδαίων ἀπαλλαγέντες, πιστεύσωσι τῷ λεγομένῳ. ∆ιὸ καὶ ἐκεῖ ἐφάνη. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν· Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. 58.741 γʹ. Τί φῂς, ὦ Πέτρε; ὁ προφήτης εἶπεν, ὅτι Σκορπισθήσεται τὰ πρόβατα· ὁ Χριστὸς ἐβεβαίωσε τὸ εἰρημένον· καὶ σὺ λέγεις, οὐχί; Οὐκ ἀρκεῖ τὰ πρότερα, ὅτε εἶπες, Ἵλεώς σοι, καὶ ἐπεστομίσθης; ∆ιὰ τοῦτο τοίνυν ἀφίησιν αὐτὸν πεσεῖν, παιδεύων αὐτὸν ἐντεῦθεν πάντα πείθεσθαι τῷ Χριστῷ, καὶ τῆς οἰκείας συνειδήσεως πιστοτέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ. Καὶ οἱ λοιποὶ δὲ οὐ μικρὸν ἐκαρπώσαντο ἀπὸ τῆς ἀρνήσεως τῆς αὐτοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν κατανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν. Ὅταν γὰρ αὐτός τι προείπῃ, οὐκέτι σοφίζεσθαι χρὴ, οὐδὲ τῶν πολλῶν κατεξανίστασθαι. Τὸ γὰρ καύχημα, φησὶν, εἰς ἑαυτὸν ἕξεις, καὶ οὐκ εἰς τὸν ἕτερον. ∆έον γὰρ δεηθῆναι καὶ εἰπεῖν, Βοήθησον ἡμῖν, ὥστε μὴ ἀποσχισθῆναι, ὁ δὲ ἑαυτῷ θαῤῥεῖ, καί φησι· Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε· κἂν πάντες τοῦτο πάθωσι, φησὶν,