505
ἐπαίδευσεν, ὅτι οὐκ ἀνάγκης τὸ πρᾶγμα ἦν, οὐδὲ ἀσθενείας, ἀλλ' οἰκονομίας τινὸς ἀποῤῥήτου. Καὶ γὰρ προῄδει ἥξοντα, καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ ὁμόσε ἐχώρει. Ἔτι γοῦν αὐτοῦ λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Καλά γε τῶν ἱερέων τὰ σκεύη· μετὰ μαχαιρῶν καὶ ξύλων ἐπέρχονται. Καὶ Ἰούδας, φησὶ, μετ' αὐτῶν, εἷς τῶν δώδεκα. Πάλιν αὐτὸν τῶν δώδεκα καλεῖ, καὶ οὐκ αἰσχύνεται. Ὁ δὲ παραδιδοὺς ἔδωκεν αὐτοῖς σημεῖον, λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι κρατήσατε αὐτόν. Βαβαί! πόσην ἐδέξατο πονηρίαν ἡ τοῦ προδότου ψυχή! Ποίοις γὰρ ὀφθαλμοῖς ἑώρα τότε εἰς τὸν ∆ιδάσκαλον; ποίῳ στόματι ἐφίλει; Ὢ τῆς μιαρᾶς γνώμης! τί ἐβουλεύσατο; τί ἐτόλμησε; ποῖον σύμβολον ἔδωκε τῆς προδοσίας; Ὃν ἂν φιλήσω, φησίν. Ἐθάῤῥει τῇ ἐπιεικείᾳ τοῦ ∆ιδασκάλου· ὃ μάλιστα πάντων 58.748 ἱκανὸν ἦν αὐτὸν ἐντρέψαι, καὶ πάσης αὐτὸν ἀποστερῆσαι συγγνώμης, ὅτι τὸν οὕτως ἥμερον προεδίδου. Τίνος δὲ ἕνεκεν τοῦτό φησιν; Ἐπειδὴ πολλάκις κατασχεθεὶς ὑπ' αὐτῶν διεξῆλθεν, οὐκ εἰδότων αὐτῶν. Ἀλλ' ὅμως καὶ τότε ἂν τοῦτο ἐγένετο, εἰ μὴ αὐτὸς ἐβουλήθη. Τοῦτο γοῦν αὐτὸ παιδεῦσαι αὐτὸν βουλόμενος, καὶ τότε ἐπήρωσεν αὐτῶν τὰς ὄψεις, καὶ αὐτὸς ἠρώτα, Τίνα ζητεῖτε; Καὶ οὐκ ᾔδεσαν, καίτοι μετὰ φανῶν καὶ λαμπάδων ὄντες, καὶ τὸν Ἰούδαν μεθ' ἑαυτῶν ἔχοντες. Εἶτα ἐπειδὴ εἶπον, Ἰησοῦν, λέγει· Ἐγώ εἰμι ὃν ζητεῖτε· καὶ ἐνταῦθα πάλιν, Ἑταῖρε, ἐφ' ᾧ πάρει; Μετὰ γὰρ τὸ δεῖξαι τὴν ἰσχὺν τὴν ἑαυτοῦ, τότε λοιπὸν συνεχώρησεν. Ὁ δὲ Ἰωάννης φησὶν, ὅτι καὶ ἕως αὐτῆς αὐτὸν διώρθου τῆς ὥρας λέγων· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; φησίν. Ἀλλ' ὅμως ἐπειδὴ μηδὲ τοῦτο αὐτὸν διεκώλυσε, καὶ φιληθῆναι κατεδέξατο, καὶ ἔδωκεν ἑαυτὸν ἑκὼν, καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν κατ' αὐτὴν τὴν νύκτα, καθ' ἣν τὸ πάσχα ἔφαγον· οὕτως ἔζεον καὶ ἐμαίνοντο. Ἀλλ' ὅμως οὐδὲν ἂν ἴσχυσαν, εἰ μὴ αὐτὸς συνεχώρησεν. Οὐ μὴν τοῦτο ἀπαλλάττει τὸν Ἰούδαν τῆς ἀφορήτου κολάσεως, ἀλλὰ καὶ μειζόνως αὐτὸν καταδικάζει, ὅτι καὶ τῆς δυνάμεως αὐτοῦ τοσαύτην λαβὼν ἀπόδειξιν, καὶ τῆς ἐπιεικείας, [καὶ τῆς πραότητος,] καὶ τῆς ἡμερότητος, θηρίου παντὸς χαλεπώτερος γέγονε. Ταῦτ' οὖν εἰδότες, φεύγωμεν πλεονεξίαν. Ἐκείνη γὰρ αὐτὸν, ἐκείνη τότε ἐξεβάκχευσεν· ἐκείνη πρὸς ἐσχάτην ὠμότητα καὶ ἀπανθρωπίαν γυμνάζει τοὺς ἁλόντας. Ὅταν γὰρ τῆς οἰκείας ἀπογνῶναι ποιῇ σωτηρίας, πολλῷ μᾶλλον τῆς τῶν ἄλλων ὑπερορᾷν παρασκευάζει. Καὶ οὕτω τυραννικόν ἐστι τὸ πάθος, ὡς καὶ τοῦ δριμυτάτου ἔρωτος τῶν σωμάτων περιγενέσθαι ποτέ. ∆ιὸ καὶ σφόδρα ἐγκαλύπτομαι, ὅτι χρημάτων μὲν φειδόμενοι πολλάκις ἐχαλίνωσαν ἀκολασίαν πολλοί· διὰ δὲ τὸν τοῦ Χριστοῦ φόβον οὐκ ἠθέλησαν σωφρόνως ζῇν καὶ μετὰ σεμνότητος. ∆ιὸ δὴ φεύγωμεν αὐτήν· οὐ γὰρ παύσομαι ἀεὶ τοῦτο λέγων. Τί γὰρ συνάγεις, ἄνθρωπε, χρυσίον; τί τὴν δουλείαν πικροτέραν ἐργάζῃ; τί τὴν φυλακὴν χαλεπωτέραν; τί τὴν φροντίδα δριμυτέραν ποιεῖς; Νόμισον εἶναι σὰ τὰ ἐν τοῖς μετάλλοις κατωρυγμένα ψήγματα, τὰ ἐν τοῖς βασιλείοις. Καὶ γὰρ εἴπερ εἶχες τὸν ὄγκον ἐκεῖνον, ἐφύλαξας ἂν μόνον, καὶ οὐκ ἂν ἐχρήσω. Εἰ γὰρ νῦν τοῖς οὖσιν οὐ κέχρησαι, ἀλλ' ὡς ἀλλοτρίων ἀπέχῃ, πολλῷ μᾶλλον εἰ τὰ πλείονα εἶχες, τοῦτο ἂν ἔπαθες. Καὶ γὰρ εἰώθασιν οἱ φιλάργυροι, ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αὐτῶν φείδεσθαι. Ἀλλ' οἶδα, φησὶν, ὅτι ἐμὰ ταῦτα. Οὐκοῦν ἐν ὑπολήψει μόνον, οὐκ ἐν ἀπολαύσει ἡ κτῆσις. Ἀλλ' ἔμελλον ἀνθρώποις εἶναι, φησὶ, φοβερός. Εὐχείρωτος μὲν οὖν μᾶλλον καὶ πλουσίοις καὶ πένησι, καὶ λῃσταῖς, καὶ συκοφάνταις, καὶ οἰκέταις, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐπιβουλεύειν βουλομένοις, τούτοις ἂν ἐγένου. Εἰ γὰρ βούλει εἶναι φοβερὸς, ἔκκοπτε τὰς λαβὰς, δι' ὧν δύνανταί σε ἑλεῖν καὶ λυπῆσαι πάντες οἱ τοῦτο ἐσπουδακότες. Ἢ οὐκ ἀκούεις τῆς παροιμίας λεγούσης, ὅτι Τὸν πένητα καὶ γυμνὸν οὐδὲ ἑκατὸν ὁμοῦ συνελθόντες δύνανται ἀποδῦσαί ποτε; Μεγίστην γὰρ ἔχει προστάτιν 58.749 τὴν πενίαν, ἢν οὐδὲ ὁ βασιλεύων αὐτὸς