508
Π∆ʹ. Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατά ξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται. Ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα, καὶ παραστήσει μοι ἄρτι πλείους ἢ δώδεκα λεγεῶ νας ἀγγέλων; Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτω δεῖ γενέσθαι, Τίς ἦν ὁ εἷς οὗτος ὁ τὸ ὠτίον κόψας; Ἰωάννης φησὶν, ὅτι ὁ Πέτρος. Τῆς γὰρ αὐτοῦ θερμότητος ἦν τὸ πρᾶγμα. Ἀλλ' ἐκεῖνο ἄξιον ζητῆσαι, τίνος ἕνεκεν μαχαίρας ἐβάσταζον; Ὅτι γὰρ ἐβάσταζον, οὐκ ἐντεῦθεν δῆλον μόνον, ἀλλὰ καὶ ἐξ ὧν ἐρωτηθέντες εἶπον, ὅτι Εἰσὶν ὧδε δύο. Τίνος δὲ ἕνεκεν καὶ ἐπέτρεψεν αὐτοῖς ὁ Χριστὸς ἔχειν; Καὶ γὰρ τοῦτό φησιν ὁ Λουκᾶς, ὅτι εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Καὶ ἐπειδὴ εἶπον, Οὐδενὸς, εἶπεν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν. Καὶ ἐπειδὴ εἶπον, ὅτι Εἰσὶ μάχαιραι ὧδε δύο, εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι. Τίνος οὖν ἕνεκεν εἴασεν ἔχειν; Πιστούμενος αὐτοὺς, ὅτι παραδοθήσεται. ∆ιὰ τοῦτο λέγει αὐτοῖς, Ἀγορασάτω μάχαιραν· οὐχ ἵνα ὁπλίσωνται· ἄπαγε· ἀλλὰ διὰ τούτου τὴν παράδοσιν δηλῶν. Καὶ τίνος ἕνεκεν καὶ πήραν φησίν; Ἐπαίδευεν αὐτοὺς λοιπὸν νήφειν καὶ ἐγρηγορέναι, καὶ πολλῇ καὶ οἰκείᾳ κεχρῆσθαι σπουδῇ. Ἐν ἀρχῇ μὲν γὰρ ὡς ἀπείρους ὄντας πολλῇ ἔθαλπε τῇ δυνάμει· λοιπὸν δὲ ὥσπερ νεοττοὺς καλιᾶς ἐξαγαγὼν κελεύει καὶ τοῖς οἰκείοις κεχρῆσθαι πτεροῖς. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι δι' ἀσθένειαν αὐτοὺς ἐᾷ, κελεύων καὶ αὐτοὺς τὰ παρ' ἑαυτῶν ἐνεργεῖν, ὑπομιμνήσκει τῶν προτέρων, λέγων· Ὅτε ἀπέστειλα ὑμᾶς χωρὶς βαλαντίου, μή τινος ὑστερήσατε; ἵνα δι' ἀμφοτέρων μάθωσιν αὐτοῦ τὴν ἰσχὺν, καὶ δι' ὧν προέστη, καὶ δι' ὧν ἐγκαταλιμπάνει νῦν ἠρέμα. Ἀλλὰ πόθεν ἦσαν ἐκεῖ μάχαιραι; Ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες. Εἰκὸς οὖν καὶ μα 58.752 χαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον· τούτους δὲ ἀκούσαντας, ὅτι ἥξουσί τινες ἐπ' αὐτὸν, λαβεῖν εἰς βοήθειαν, ὡς πολεμήσοντας ὑπὲρ τοῦ ∆ιδασκάλου· ὃ τῆς ἐκείνων γνώμης ἦν μόνον. ∆ιὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ χρησάμενος, καὶ μετὰ σφοδρᾶς τῆς ἀπειλῆς. Καὶ γὰρ ἠμύνατο τὸν οἰκέτην ἐλθόντα, θερμῶς μὲν, πλὴν οὐχ ἑαυτῷ ἀμύνων, ἀλλ' ὑπὲρ τοῦ ∆ιδασκάλου τοῦτο ποιῶν. Οὐ μὴν ἀφῆκέ τινα γενέσθαι βλάβην ὁ Χριστός. Καὶ γὰρ ἰάσατο αὐτὸν, καὶ θαῦμα μέγα ἐπεδείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα· καὶ γὰρ ἐκεῖνο φιλοστόργως, καὶ τοῦτο πειθηνίως. Ἀκούσας γὰρ, Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς, εὐθέως ἐπείσθη, καὶ μετὰ ταῦτα οὐδαμοῦ τοῦτο ποιεῖ. Ἕτερος δέ φησιν, ὅτι καὶ ἠρώτησαν, Εἰ πατάξομεν· αὐτὸς δὲ ἐκώλυσε, καὶ ἰάσατο ἐκεῖνον, καὶ τῷ μαθητῇ ἐπετίμησε, καὶ ἠπείλησεν, ἵνα πείσῃ. Πάντες γὰρ οἱ λαβόντες μάχαιραν, φησὶν, ἐν μαχαίρᾳ ἀποθανοῦνται. Καὶ λογισμὸν προστίθησι, λέγων· Ἢ δοκεῖτε, ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; Ἀλλ' ἵνα πληρωθῶσιν αἱ Γραφαί. ∆ιὰ τούτων τὸν θυμὸν αὐτῶν ἔσβεσε, δεικνὺς ὅτι καὶ ταῖς Γραφαῖς τοῦτο δοκεῖ. ∆ιὰ τοῦτο κἀκεῖ ηὔξατο, ἵνα πράως ἐνέγκωσι τὸ συμβὰν, μαθόντες ὅτι κατὰ Θεοῦ πάλιν γίνεται γνώμην. Καὶ δύο τούτοις αὐτοὺς παρεμυθήσατο, τῇ τε τιμωρίᾳ τῶν ἐπιβουλευόντων· Πάντες γὰρ οἱ λαβόντες, φησὶ, μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται· καὶ τῷ μὴ ἄκων ταῦτα ὑπομεῖναι· ∆ύναμαι γὰρ, φησὶ, παρακαλέσαι τὸν Πατέρα μου. Καὶ διατί οὐκ εἶπεν· Ἢ δοκεῖτε, ὅτι οὐ δύναμαι ἐγὼ πάντας αὐτοὺς ἀπολέσαι; Ὅτι πιθανώτερος μᾶλλον ἦν τοῦτο λέγων· οὐδέπω γὰρ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον. Καὶ πρὸ μικροῦ δὲ ἦν εἰρηκὼς, ὅτι Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ, Πάτερ, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον· καὶ ἀγωνιῶν ἐφάνη καὶ ἱδρῶν, καὶ ὑπὸ ἀγγέλου ἐνισχυόμενος. Ἐπεὶ οὖν πολλὰ τὰ ἀνθρώπινα ἐπεδείξατο, οὐκ ἐδόκει πιθανὰ λέγειν, εἴγε εἰρήκει,