509
ὅτι ∆οκεῖτε, ὅτι οὐ δύναμαι αὐτοὺς ἀπολέσαι; ∆ιὰ τοῦτό 58.753 φησι· Τί δοκεῖτε, ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου; Καὶ αὐτὸ πάλιν ταπεινῶς ἀπαγγέλλει εἰπών· Παραστήσει μοι δώδεκα λεγεῶνας ἀγγέλων. Εἰ γὰρ εἷς ἄγγελος ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας ἀνεῖλεν ὡπλισμένας, τί δώδεκα λεγεώνων ἔδει ἐπὶ χιλίους ἀνθρώπους; Ἀλλὰ πρὸς τὸν φόβον αὐτῶν καὶ τὴν ἀσθένειαν σχηματίζει τὸν λόγον· καὶ γὰρ ἀποτεθνηκότες ἦσαν τῷ δέει. ∆ιὰ τοῦτο καὶ τὰς Γραφὰς ἐπιτειχίζει λέγων· Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαί; φοβῶν αὐτοὺς κἀντεῦθεν. Εἰ γὰρ ἐκείναις τοῦτο δοκεῖ, ὑμεῖς ἐναντιοῦσθε πολεμοῦντες; βʹ. Καὶ πρὸς μὲν τοὺς μαθητὰς ταῦτα, πρὸς δὲ ἐκείνους φησίν· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ' ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ὅρα πόσα ποιεῖ τὰ δυνάμενα αὐτοὺς διαναστῆσαι. Ὑπτίους ἔῤῥιψε, τὸ ὠτίον τοῦ οἰκέτου ἰάσατο, ἠπείλησεν αὐτοὺς σφαγήν· Ἐν μαχαίρᾳ γὰρ ἀπολοῦνται, φησὶν, οἱ λαβόντες μάχαιραν· ἀπὸ τῆς τοῦ ὠτίου θεραπείας καὶ ταῦτα ἐπιστώσατο· πάντοθεν ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν μελλόντων ἐμφαίνων αὐτοῦ τὴν δύναμιν, καὶ δεικνὺς ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἔργον γέγονε τὸ κρατῆσαι αὐτόν. ∆ιὸ καὶ ἐπάγει· Καθ' ἡμέραν μεθ' ὑμῶν ἤμην, καὶ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· κἀντεῦθεν δηλῶν, ὅτι τῆς αὐτοῦ συγχωρήσεως ἦν τὸ ἑλεῖν. Τὰ θαύματα παραδραμὼν, τὴν διδασκαλίαν λέγει, ἵνα μὴ δόξῃ κομπάζειν. Ὅτε ἐδίδασκον, οὐκ ἐκρατήσατέ με· ὅτε ἐσίγησα, ἐπήλθετε; Ἐν τῷ ἱερῷ ἤμην, καὶ οὐδεὶς κατέσχε· νυνὶ δὲ ἀωρὶ καὶ μέσων νυκτῶν ἐπέστητε μετὰ μαχαιρῶν καὶ ξύλων; Τί τούτων ἐδέησε τῶν ὅπλων ἐπὶ τὸν μεθ' ὑμῶν ὄντα ἀεί; ἀπὸ τούτων διδάσκων, ὅτι εἰ μὴ ἑκὼν ἐνέδωκεν, οὐδ' ἂν τότε ἴσχυσαν. Οὐδὲ γὰρ ἂν οἱ τὸν ἐν χερσὶν ὄντα μὴ δυνηθέντες κατασχεῖν, καὶ μέσον αὐτὸν λαβόντες καὶ μὴ περιγενόμενοι, οὔτε τότε ἂν ἴσχυσαν, εἰ μὴ ἠθέλησεν. Εἶτα καὶ τὴν ἀπορίαν λύει, διατί τότε ἠβουλήθη. Τοῦτο γὰρ γέγονε, φησὶν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. Εἶδες πῶς μέχρι τῆς ἐσχάτης ὥρας, καὶ ἐν αὐτῷ τῷ παραδοθῆναι, πάντα ἐποίει πρὸς διόρθωσιν τὴν ἐκείνων, θεραπεύων, προφητεύων, ἀπειλῶν· Ἐν μαχαίρᾳ γὰρ, φησὶν, ἀπολοῦνται· δεικνὺς ὅτι ἑκὼν πάσχει· Καθ' ἡμέραν γὰρ μεθ' ὑμῶν, φησὶν, ἤμην διδάσκων· τὴν πρὸς τὸν Πατέρα συμφωνίαν δηλῶν· Ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. ∆ιατί δὲ μὴ ἐν τῷ ἱερῷ αὐτὸν ἐκράτησαν; Ὅτι οὐκ ἂν ἐτόλμησαν ἐν τῷ ἱερῷ διὰ τὸν ὄχλον. ∆ιὸ καὶ ἔξω ἐξῆλθε, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ καιροῦ διδοὺς αὐτοῖς ἄδειαν, καὶ μέχρις ἐσχάτης ὥρας ἀναιρῶν αὐτῶν τὴν ἀπολογίαν. Ὁ γὰρ ἵνα πεισθῇ τοῖς προφήταις, καὶ ἑαυτὸν παραδοὺς, πῶς ἐναντία ἐδίδασκε; Τότε πάντες οἱ μαθηταὶ αὐτοῦ, φησὶν, ἀφέντες αὐτὸν ἔφυγον. Ὅτε μὲν γὰρ κατεσχέθη, ἔμενον· ὅτε δὲ ἐφθέγξατο ταῦτα πρὸς τοὺς ὄχλους, ἔφυγον. Εἶδον γὰρ λοιπὸν, ὅτι οὐκέτι διαφυγεῖν ἔνι, ἑκόντος ἑαυτὸν παραδιδόντος αὐτοῖς, καὶ λέγοντος κατὰ τὰς Γραφὰς τοῦτο γίνεσθαι. 58.754 Φυγόντων δὲ αὐτῶν, Ἄγουσιν αὐτὸν πρὸς Καϊάφαν· ὁ δὲ Πέτρος ἠκολούθησε καὶ εἰσῆλθεν, ἰδεῖν τί τὸ τέλος. Πολλὴ ἡ θερμότης τοῦ μαθητοῦ· οὐδὲ φεύγοντας ἰδὼν ἔφυγεν, ἀλλ' ἔστη καὶ συνεισῆλθεν. Εἰ δὲ καὶ Ἰωάννης, ἀλλὰ γνώριμος ἦν τῷ ἀρχιερεῖ. Καὶ διατί ἐκεῖ ἀπήγαγον αὐτὸν, ἔνθα ἦσαν πάντες συνηγμένοι; Ἵνα μετὰ γνώμης πάντα ποιήσωσι τῶν ἀρχιερέων. Ἐκεῖνος γὰρ ἦν τότε ἀρχιερεὺς, καὶ πάντες ἦσαν αὐτὸν αὐτόθι ἀναμένοντες· οὕτω διενυκτέρευον καὶ ἠγρύπνουν ἐπὶ τούτῳ. Οὐδὲ γὰρ ἔφαγον τότε τὸ πάσχα, φησὶν, ἀλλὰ διὰ τοῦτο ἠγρύπνουν. Εἰπὼν γὰρ, ὅτι πρωΐα ἐστὶν, ὁ Ἰωάννης, ἐπήγαγεν· Οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἐν ἑτέρᾳ ἡμέρᾳ ἔφαγον, καὶ τὸν νόμον ἔλυσαν, διὰ τὴν ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν ταύτην. Οὐδὲ γὰρ ἂν ὁ Χριστὸς παρέβη τὸν καιρὸν τοῦ πάσχα, ἀλλ' ἐκεῖνοι οἱ πάντα τολμῶντες, καὶ μυρίους καταπατοῦντες νόμους. Ἐπειδὴ γὰρ σφόδρα ἔζεον τῷ θυμῷ, καὶ πολλάκις ἐπιχειρήσαντες ἀνελεῖν, οὐκ ἴσχυσαν· τότε λαβόντες αὐτὸν