513
ἔλεγον οἱ πολλοί. Ἕτερος δέ φησιν, ὅτι καὶ περιβαλόντες τὸ πρόσωπον αὐτοῦ τῷ ἱματίῳ, ταῦτα ἐποίουν, ὥσπερ τινὰ ἄτιμον καὶ τριωβολιμαῖον εἰς μέσον λαβόντες. Καὶ οὐκ ἐλεύθεροι μόνον, ἀλλὰ καὶ δοῦλοι ταύτην τὴν παροινίαν εἰς αὐτὸν ἐπαροίνουν τότε. Ταῦτα ἀναγινώσκωμεν συνεχῶς, ταῦτα ἀκούωμεν ὡς χρὴ, ταῦτα ἐγγράφωμεν ἡμῶν τῇ διανοίᾳ· καὶ γὰρ ταῦτα ἡμῶν τὰ σεμνά. Ἐπὶ τούτοις ἐγὼ μέγα φρονῶ, οὐ μόνον ἐπὶ τοῖς μυρίοις νεκροῖς οἷς ἀνέστησεν, ἀλλὰ καὶ ἐπὶ τοῖς παθήμασιν οἷς ἔπαθε. Ταῦτα ἄνω καὶ κάτω Παῦλος στρέφει· τὸν 58.758 σταυρὸν, τὸν θάνατον, τὰ πάθη, τὰς λοιδορίας, τὰς ὕβρεις, τὰ σκώμματα. Καὶ νῦν μέν φησιν, Ἐξερχώμεθα πρὸς αὐτὸν, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· νῦν δὲ, Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Ὁ δὲ Πέτρος ἐκάθητο ἐν τῇ αὐλῇ ἔξω· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει· Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Καὶ πάλιν ἠρνήσατο μεθ' ὅρκου. Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότε ἤρξατο καταθεματίζειν, καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ, εἰρηκότος, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ὅτε μὲν κατεχόμενον εἶδε τὸν ∆ιδάσκαλον μόνον, οὕτως ἔζεεν, ὡς καὶ τὴν μάχαιραν σπάσασθαι, καὶ ἐκκόψαι τὸ ὠτίον· ὅτε δὲ μᾶλλον ἀγανακτῆσαι εἰκὸς ἦν, καὶ πυρωθῆναι καὶ ἐκκαυθῆναι, λοιδοριῶν τοιούτων ἀκούοντα, τότε ἔξαρνος γίνεται. Τίνα γὰρ οὐκ ἂν ἐξῆψεν εἰς μανίαν τὰ τότε γινόμενα; Ἀλλ' ὅμως ὁ μαθητὴς ὑπὸ τοῦ δέους καταγωνισθεὶς οὐ μόνον οὐκ ἐνδείκνυται ἀγανάκτησιν, ἀλλὰ καὶ ἀρνεῖται, καὶ κορασίου ταλαιπώρου καὶ εὐτελοῦς ἀπειλὴν οὐ φέρει· καὶ οὐδὲ ἅπαξ μόνον. ἀλλὰ καὶ δεύτερον καὶ τρίτον ἀρνεῖται, καὶ ἐν χρόνῳ βραχεῖ, καὶ οὐδὲ ἐπὶ δικαστῶν· ἔξω γὰρ ἦν· ἐξελθόντα γὰρ αὐτὸν εἰς τὸν πυλῶνα ἠρώτησαν· καὶ οὐδὲ ᾔσθετο ταχέως τοῦ πτώματος. Καὶ τοῦτο ὁ Λουκᾶς φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστὸς, δεικνὺς ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ' οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἀλλ' ἐδεήθη τῆς τοῦ ∆ιδασκάλου πάλιν ὑπομνήσεως, καὶ τὸ βλέμμα αὐτῷ γέγονεν ἀντὶ φωνῆς· οὕτω περιδεὴς ἦν. Ὁ δὲ Μάρκος φησὶν, ὅτι ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυὼν, ὅτε δὲ τρίτον, τότε δεύτερον, ἀκριβέστερον ἐξηγούμενος τοῦ μαθητοῦ τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει, καὶ ταῦτα παρ' αὐτοῦ τοῦ ∆ιδασκάλου μαθών· καὶ γὰρ φοιτητὴς ἦν Πέτρου. Ὅθεν μάλιστα ἄν τις αὐτὸν ἐκπλαγείη, ὅτι οὐ μόνον οὐκ ἔκρυψε τὸ ἐλάττωμα τοῦ ∆ιδασκάλου, ἀλλὰ καὶ τῶν ἄλλων σαφέστερον ἀπήγγειλεν, αὐτῷ τούτῳ τῷ μαθητὴς εἶναι. βʹ. Πῶς οὖν ἀληθὲς τὸ εἰρημένον, τοῦ μὲν Ματθαίου 58.759 λέγοντος, ὅτι εἶπεν, Ἀμὴν λέγω σοι, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με; τοῦ δὲ Μάρκου μετὰ τὸ τρίτον λέγοντος, ὅτι Ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε; Σφόδρα μὲν οὖν καὶ ἀληθὲς, καὶ σύμφωνον. Ἐπειδὴ γὰρ καθ' ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρυὼν, δηλῶν ὁ Μάρκος, ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν· Ὥστε ἀμφότερα ἀληθῆ. Πρὶν ἢ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο. Καὶ οὐδὲ ὑπὸ τοῦ Χριστοῦ τῆς ἁμαρτίας ἀναμνησθεὶς, κλαῦσαι ἐτόλμα φανερῶς, μὴ κατηγορηθῇ διὰ τῶν δακρύων· ἀλλ' Ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. Καὶ γενομένης ἡμέρας ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα ἐπὶ τὸν Πιλάτον. Ἐπειδὴ γὰρ ἠβούλοντο αὐτὸν ἀνελεῖν, αὐτοὶ δὲ οὐκ ἴσχυον διὰ τὴν ἑορτὴν, ἐπὶ τὸν ἡγεμόνα ἄγουσι. Σὺ δέ μοι σκόπει πῶς συνηλάθη τὸ πρᾶγμα, ὥστε ἐν ἑορτῇ γενέσθαι. Οὕτω γὰρ ἄνωθεν προδιετετύπωτο. Τότε ἰδὼν Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, ὅτι κατεκρίθη,