514
μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια. Τοῦτο καὶ ἐκείνου καὶ τούτων κατηγορία· τοῦ μὲν, οὐχ ὅτι μετεμελήθη, ἀλλ' ὅτι ὀψὲ καὶ βραδέως, καὶ αὐτοκατάκριτος γέγονεν· ὅτι γὰρ παρέδωκεν, αὐτὸς ὡμολόγησε· τῶν δὲ, ὅτι κύριοι ὄντες μεταθέσθαι, οὐ μετενόησαν. Σκόπει δὲ πότε μεταμελεῖται. Ὅτε ἀπηρτίσθη καὶ τέλος ἔλαβεν ἡ ἁμαρτία. Τοιοῦτος γὰρ ὁ διάβολος· οὐκ ἀφίησι τοὺς μὴ νήφοντας ἰδεῖν πρὸ τούτου τὸ κακὸν, ἵνα μὴ μετανοήσῃ ὁ ἁλούς. Τοσαῦτα γοῦν λέγοντος τοῦ Ἰησοῦ, οὐκ ἐπεκάμφθη· ἐπειδὴ δὲ ἀπηρτίσθη τὸ πλημμέλημα, τότε ἐπεισῆλθεν αὐτῷ ἡ μετάνοια· καὶ οὐδὲ τότε χρησίμως. Τὸ μὲν γὰρ καταγνῶναι, καὶ τὸ ῥῖψαι τὰ ἀργύρια, καὶ τὸ μὴ αἰδεσθῆναι τὸν Ἰουδαϊκὸν δῆμον, πάντα ἀποδεκτά· τὸ δὲ ἀπάγξασθαι, τοῦτο πάλιν ἀσύγγνωστον, καὶ πονηροῦ δαίμονος ἔργον. Προεξήγαγε γὰρ αὐτὸν τῆς μετανοίας, ἵνα μηδὲν ἐντεῦθεν καρπώσηται· καὶ θανάτῳ αἰσχίστῳ καὶ καταδήλῳ πᾶσιν ἀναιρεῖ, πείσας ἑαυτὸν ἀπολέσαι. Σὺ δέ μοι σκόπει πανταχόθεν τὴν ἀλήθειαν λάμπουσαν, καὶ δι' ὧν οἱ ἐναντίοι καὶ ποιοῦσι καὶ πάσχουσι. Καὶ γὰρ καὶ αὐτὴ τοῦ προδότου ἡ τελευτὴ τῶν κατακρινάντων αὐτὸν ἀποῤῥάπτει τὰ στόματα, καὶ οὐκ ἀφίησιν αὐτοὺς οὐδὲ σκιάν τινα ἀναισχύντου γοῦν ἀπολογίας ἔχειν. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν ἐκεῖνοι, ὅταν ὁ προδότης τοιαῦτα καθ' ἑαυτοῦ ψηφιζόμενος φαίνηται; Ἴδωμεν δὲ καὶ τὰ ῥήματα, ἅ φησιν. Ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι, καὶ λέγει· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. Οὐδὲ γὰρ ἤνεγκε τὸ συνειδὸς μαστίζον αὐτόν. Σκόπει δέ μοι καὶ τοὺς Ἰουδαίους τὰ αὐτὰ πάσχοντας. Καὶ γὰρ καὶ οὗτοι ἀφ' ὧν ἔπαθον ὀφείλοντες διορθωθῆναι, οὐ πρότερον ἵστανται, ἕως ἂν τὴν ἁμαρτίαν πληρώσωσιν. Ἡ μὲν γὰρ τούτου πεπλήρωτο ἁμαρτία· προδοσία γὰρ ἦν· ἡ δὲ ἐκείνων οὐδέπω. Ὅτε δὲ καὶ ἐκεῖνοι ἀπήρτισαν, καὶ προσήλωσαν αὐτὸν, τότε καὶ αὐτοὶ ταράττονται· νῦν μὲν λέγοντες, Μὴ γράφε, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων (καίτοιγε τί δεδοίκατε, τί θορυβεῖσθε, 58.760 νεκροῦ σώματος ἐπὶ σταυροῦ προσηλωμένου;) νῦν δὲ φυλάττουσιν αὐτὸν, λέγοντες· Μήποτε κλέψωσιν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, καὶ εἴπωσιν ὅτι ἀνέστη· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Καὶ μὴν ἐὰν εἴπωσιν, ἐλέγχεται τὸ πρᾶγμα, ἐὰν μὴ ἀληθὲς ᾖ. Πῶς δὲ ἐροῦσιν οἱ μηδὲ στῆναι τολμήσαντες, κατασχεθέντος αὐτοῦ, ὁ δὲ κορυφαῖος καὶ τρὶς ἠρνήσατο, κορασίου μὴ φέρων ἀπειλήν; Ἀλλ' ὅπερ ἔφην, ἐταράττοντο λοιπόν. Ὅτι γὰρ ᾔδεσαν παρανομίαν τὸ πρᾶγμα, δῆλον ἐξ ὧν ἔλεγον, Σὺ ὄψει. Ἀκούσατε, οἱ φιλάργυροι, ἐννοήσατε τί ἔπαθεν ἐκεῖνος· πῶς καὶ τῶν χρημάτων ἐξέπεσε, καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ τὴν ψυχὴν ἀπώλεσε τὴν ἑαυτοῦ. Τοιαύτη τῆς φιλαργυρίας ἡ τυραννίς. Οὐδὲ τοῦ ἀργυρίου ἀπώνατο, οὐδὲ τῆς παρούσης ζωῆς, οὐδὲ τῆς μελλούσης, ἀλλὰ πάντα ἀθρόον ἀπέβαλε, καὶ δόξαν λαβὼν πονηρὰν παρ' αὐτοῖς ἐκείνοις, οὕτως ἀπήγξατο. Ἀλλ', ὅπερ ἔφην, μετὰ τὸ πρᾶξαι, τότε τινὲς διαβλέπουσιν. Ὅρα γοῦν καὶ τούτους τέως οὐκ ἐθέλοντας αἰσθάνεσθαι σαφῶς τοῦ τολμήματος, ἀλλὰ λέγοντας, Σὺ ὄψει· ὃ καὶ αὐτὸ μέγιστον ἦν αὐτῶν ἔγκλημα. Τοῦτο γὰρ μαρτυρούντων μὲν ἔστι τῇ τόλμῃ καὶ τῇ παρανομίᾳ, ὑπὸ δὲ τοῦ πάθους μεθυόντων, καὶ οὐκ ἐθελόντων ἀποσχέσθαι τῆς σατανικῆς ἐγχειρήσεως, ἀλλὰ πεπλασμένης ἀγνοίας παραπετάσματι περιστέλλοντας ἑαυτοὺς ἀνοήτως. Εἰ μὲν γὰρ μετὰ τὸν σταυρὸν ταῦτα ἐλέγετο, καὶ τὸ ἀναιρεθῆναι αὐτὸν, μάλιστα μὲν οὐδὲ τότε λόγον εἶχε τὸ λεγόμενον, πλὴν ἀλλ' οὐχ οὕτως αὐτοὺς κατέκρινε· νυνὶ δὲ ἔτι παρ' ὑμῖν αὐτὸν ἔχοντες, καὶ κύριοι ὄντες ἀφεῖναι, πῶς ἂν δύναισθε ταῦτα λέγειν; Ἡ γὰρ ἀπολογία αὕτη κατηγορία ἂν ὑμῶν γένοιτο μεγίστη. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἐπὶ τὸν προδότην ὅλον τὸ ἔγκλημα φέροντες, (Σὺ γὰρ ὄψει, φησί·) δυνάμενοι αὐτοὶ τῆς Χριστοκτονίας ἀπαλλαγῆναι, ἀφέντες αὐτὸν καὶ ἐπηγωνίσαντο τῷ τολμήματι, τῇ προδοσίᾳ τὸν σταυρὸν προσθέντες. Τί γὰρ ἐκώλυεν εἰπόντας ἐκείνῳ, Σὺ ὄψει, αὐτοὺς ἀποστῆναι τοῦ τολμήματος; Νῦν δὲ καὶ τοὐναντίον