515
ἐργάζονται, προστιθέντες τὴν σφαγὴν, καὶ πανταχοῦ, καὶ δι' ὧν ποιοῦσι, καὶ δι' ὧν λέγουσιν, ἀφύκτοις ἐμπλέκοντες ἑαυτοὺς κακοῖς. Καὶ γὰρ μετὰ ταῦτα, ἐπιτρέψαντος τοῦ Πιλάτου, τὸν μὲν λῃστὴν εἵλοντο ἀφεθῆναι μᾶλλον, ἢ τὸν Ἰησοῦν· τὸν δὲ οὐδὲν ἠδικηκότα, ἀλλὰ καὶ τοσαῦτα εὐεργετηκότα, ἀνῄρουν. γʹ. Τί οὖν ἐκεῖνος; Ὡς εἶδεν ἀνόνητα πονῶν, καὶ οὐκ ἀνεχομένους δέξασθαι τὰ ἀργύρια, Ἔῤῥιψεν αὐτὰ εἰς τὸν ναὸν, καὶ ἀπελθὼν ἀπήγξατο. Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβονᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Καὶ συμβούλιον λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. ∆ιὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς αἵματος ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντες· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. Εἶδες πάλιν αὐτόθεν κατακρινομένους ὑπὸ τοῦ συνει 58.761 δότος; Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι τὸν φόνον ἠγόρασαν, οὐκ ἔβαλον εἰς τὸν κορβονᾶν, ἀλλ' ἠγόρασαν ἀγρὸν εἰς ταφὴν τοῖς ξένοις. Ἐγίνετο δὲ καὶ τοῦτο μαρτύριον κατ' αὐτῶν, καὶ τῆς προδοσίας ἔλεγχος. Τὸ γὰρ ὄνομα τοῦ χωρίου σάλπιγγος λαμπρότερον πᾶσιν ἀνεκήρυττε τὴν μιαιφονίαν αὐτῶν. Καὶ οὐδὲ ἁπλῶς αὐτὸ ποιοῦσιν, ἀλλὰ συμβούλιον λαβόντες, καὶ πανταχοῦ οὕτως, ἵνα μηδεὶς ἀθῶος ᾖ τοῦ τολμήματος, ἀλλὰ πάντες ὑπεύθυνοι. Ταῦτα δὲ ἄνωθεν προὔλεγεν ἡ προφητεία. Ὁρᾷς οὐχὶ τοὺς ἀποστόλους μόνον, ἀλλὰ καὶ τοὺς προφήτας τὰ ἐπονείδιστα μετὰ ἀκριβείας διηγουμένους, καὶ πάντοθεν τὸ πάθος ἀνακηρύττοντας καὶ προεμφαίνοντας; Τοῦτο καὶ Ἰουδαῖοι μὴ συνειδότες ὑπέμενον. Εἰ γὰρ εἰς τὸν κορβονᾶν ἐνέβαλον, οὐκ ἂν οὕτω τὸ πρᾶγμα κατάδηλον ἐγένετο· νυνὶ δὲ χωρίον ὠνησάμενοι, καὶ ταῖς μετέπειτα γενεαῖς δῆλον ἐποίησαν τὸ πᾶν. Ἀκούσατε ὅσοι ἀπὸ φόνων δοκεῖτε εὐποιΐας ποιεῖν, καὶ τιμὴν λαμβάνετε ψυχῶν ἀνθρώπων. Ἰουδαϊκαὶ αὗται αἱ ἐλεημοσύναι, μᾶλλον δὲ σατανικαί. Εἰσὶ γὰρ, εἰσὶ καὶ νῦν, οἳ μυρία ἑτέρων ἁρπάζοντες, ὑπὲρ τοῦ παντὸς ἀπολογεῖσθαι νομίζουσι, ἂν δέκα χρυσίνους ἢ ἑκατὸν καταβάλωσι. Περὶ ὧν καὶ ὁ προφήτης φησίν· Ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριόν μου. Οὐ βούλεται Χριστὸς πλεονεξίᾳ τρέφεσθαι, οὐ δέχεται ταύτην τὴν τροφήν. Τί τὸν ∆εσπότην ὑβρίζεις, ἀκάθαρτα προσάγων αὐτῷ; Βέλτιον λιμῷ τηκόμενον περιορᾷν, ἢ τρέφειν ἀπὸ τοιούτων. Ἐκεῖνο ὠμοῦ, τοῦτο καὶ ὠμοῦ καὶ ὑβριστοῦ. Βέλτιον μηδὲν δοῦναι, ἢ τὰ ἄλλων ἑτέροις. Εἰπὲ γάρ μοι, εἴ τινας εἶδες δύο, τὸν μὲν γυμνὸν, τὸν δὲ ἱμάτιον ἔχοντα, εἶτα τὸν ἔχοντα τὸ ἱμάτιον ἀποδύσας, περιέβαλες τὸν γυμνὸν, ἆρ' οὐκ ἠδίκησας; Παντί που δῆλον. Εἰ δὲ ὅπερ ἔλαβες ἑτέρῳ δοὺς ἅπαν, ἠδίκησας, οὐκ ἠλέησας· ὅταν μηδὲ τὸ πολλοστὸν μέρος δῷς ὧν ἁρπάζεις, καὶ ἐλεημοσύνην τὸ πρᾶγμα καλῇς, ποίαν οὐκ ὑποστήσῃ τιμωρίαν; Εἰ γὰρ χωλὰ ἄλογα προσφέροντες ἄνθρωποι ἐνεκαλοῦντο, σὺ χαλεπώτερα ποιῶν ποίας τεύξῃ συγγνώμης; Εἰ γὰρ αὐτῷ ἀποδιδοὺς τῷ Κυρίῳ ὁ κλέπτης ἔτι ἀδικεῖ, καὶ οὕτως ἀδικεῖ, ὡς τετραπλασίονι προσθήκῃ μόλις λῦσαι τὸ ἔγκλημα, καὶ ταῦτα ἐπὶ τῆς Παλαιᾶς· ὁ μὴ κλέπτων, ἀλλὰ βιαζόμενος, καὶ μηδὲ αὐτῷ τῷ ἀφαιρεθέντι διδοὺς, ἀλλ' ἀντ' ἐκείνου ἑτέρῳ, καὶ μηδὲ τετραπλασίονα, ἀλλὰ μηδὲ τὰ ἡμίση, καὶ μηδὲ ἐν τῇ Παλαιᾷ, ἀλλ' ἐν τῇ Καινῇ πολιτευόμενος, ἐννόησον ὅσον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν συνάγει τὸ πῦρ. Εἰ δὲ οὐδέπω δίδωσι τὴν δίκην, δι' αὐτὸ μὲν οὖν τοῦτο αὐτὸν θρήνησον, ὅτι μείζονα ἑαυτῷ θησαυρίζει τὴν ὀργὴν, εἰ μὴ μεταμεληθείη. Τί γάρ; ∆οκεῖτε, φησὶν, ὅτι ἐκεῖνοι μόνοι ἦσαν ἁμαρτωλοὶ, ἐφ' οὓς ὁ πύργος κατηνέχθη; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς τὰ αὐτὰ πείσεσθε. Μετανοήσωμεν τοίνυν καὶ δῶμεν ἐλεημοσύνην πλεονεξίας καθαρὰν, καὶ πολλὴν ἔχουσαν τὴν δαψίλειαν. Ἐννοήσατε ὅτι Ἰουδαῖοι Λευΐτας ὀκτακισχιλίους ἔτρεφον, καὶ μετὰ τῶν Λευϊτῶν καὶ χήρας καὶ ὀρφανοὺς, καὶ πολλὰ ἕτερα ἐλειτούργουν, καὶ μετὰ τούτου καὶ ἐστρατεύοντο· νυνὶ δὲ ἀγροὶ, καὶ οἰκίαι, καὶ μισθώματα οἰκημάτων, καὶ ὀχήματα, καὶ ὀρεωκόμοι, καὶ