516
ἡμίονοι, καὶ πολλὴ τοιαύτη παράταξις ἐν τῇ Ἐκκλησίᾳ δι' ὑμᾶς καὶ τὴν ὑμετέραν ἀπανθρωπίαν. Καὶ γὰρ ἐχρῆν 58.762 παρ' ὑμῖν εἶναι τὸν θησαυρὸν τοῦτον τῆς Ἐκκλησίας, καὶ πρόσοδον αὐτῇ τὴν ὑμετέραν γίνεσθαι προθυμίαν· νυνὶ δὲ δύο τὰ ἄτοπα γίνεται, καὶ ὑμεῖς ἄκαρποι μένετε, καὶ οἱ τοῦ Θεοῦ ἱερεῖς τὰ προσήκοντα οὐ μεταχειρίζουσι. Μὴ γὰρ οὐκ ἦν δυνατὸν ἐπὶ τῶν ἀποστόλων τὰς οἰκίας μένειν καὶ τοὺς ἀγρούς; Τίνος οὖν ἕνεκεν ἐπώλουν καὶ ἐδίδοσαν; Ὅτι τοῦτο βέλτιον ἦν. δʹ. Ἀλλὰ νῦν δέος ἔλαβε τοὺς πατέρας ὑμῶν, οὕτω πρὸς τὰ βιωτικὰ μαινομένων ὑμῶν, καὶ διὰ τὸ συλλέγειν, ἀλλὰ μὴ σκορπίζειν, μὴ λιμῷ διαφθαρῶσιν οἱ τῶν χηρῶν καὶ ὀρφανῶν καὶ τῶν παρθένων χοροί· διὰ τοῦτο ταῦτα κατασκευάσαι ἠναγκάσθησαν. Οὐδὲ γὰρ ἠβούλοντο ἑαυτοὺς εἰς τοιαύτην ἀσχημοσύνην ἐμβαλεῖν, ἀλλ' ἐπεθύμουν τὴν ὑμετέραν γνώμην αὐτοῖς πρόσοδον εἶναι, καὶ τοὺς καρποὺς ἐντεῦθεν τρυγᾷν, καὶ αὐτοὺς εὐχαῖς προσέχειν μόναις. Νυνὶ δὲ αὐτοὺς ἠναγκάσατε τῶν τὰ πολιτικὰ πραττόντων πράγματα τὰς οἰκίας μιμεῖσθαι· ὅθεν πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν γὰρ καὶ ὑμεῖς καὶ ἡμεῖς τοῖς αὐτοῖς ἐνεχώμεθα, τίς ὁ ἐξιλεούμενος τὸν Θεόν; ∆ιὰ ταῦτα οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, ὅτι οὐδὲν τῶν βιωτικῶν ἀνδρῶν ἄμεινον ἡ Ἐκκλησία διάκειται. Οὐκ ἠκούσατε, ὅτι οὐδὲ τὰ ἀπραγμόνως συλλεγόμενα χρήματα διανέμειν κατεδέξαντο οἱ ἀπόστολοι; Νυνὶ δὲ ἐπιτρόπους καὶ οἰκονόμους καὶ καπήλους παρῆλθον ἡμῖν οἱ ἐπίσκοποι τῇ περὶ ταῦτα φροντίδι· καὶ δέον αὐτοὺς ὑπὲρ τῶν ψυχῶν μεριμνᾷν καὶ φροντίζειν τῶν ὑμετέρων, οἱ δὲ, ὑπὲρ ὧν ὑποδέκται καὶ φορολόγοι καὶ λογισταὶ καὶ ταμίαι μεριμνῶσιν, ὑπὲρ τούτων καθ' ἑκάστην κόπτονται τὴν ἡμέραν. Ταῦτα οὐχ ἁπλῶς ἀποδυρόμενος λέγω, ἀλλ' ὥστε γενέσθαι τινὰ διόρθωσιν καὶ μεταβολὴν, ὥστε ἡμᾶς ἐλεηθῆναι χαλεπὴν δουλεύοντας δουλείαν, ὥστε ὑμᾶς γενέσθαι πρόσοδον καὶ θησαυρὸν τῆς Ἐκκλησίας. Εἰ δὲ μὴ βούλεσθε, ἰδοὺ οἱ πένητες πρὸ τῶν ὑμετέρων ὀφθαλμῶν· ὅσοις μὲν δυνατὸν ἡμῖν ἀρκέσαι, οὐ διαλείψομεν τρέφοντες· οὓς δὲ οὐ δυνατὸν, ὑμῖν ἀφήσομεν, ἵνα μὴ τῶν ῥημάτων ἐκείνων ἀκούσητε κατὰ τὴν φοβερὰν ἡμέραν, τῶν πρὸς τοὺς ἀνελεεῖς καὶ ὠμοὺς λεγομένων, ὅτι Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Καὶ γὰρ μεθ' ὑμῶν ἡμᾶς καταγελάστους ἡ ἀπανθρωπία αὕτη ποιεῖ, ὅτι τὰς εὐχὰς ἀφέντες, καὶ τὴν διδασκαλίαν, καὶ τὴν ἄλλην ἁγιωσύνην, οἱ μὲν οἰνοπώλαις, οἱ δὲ σιτοπώλαις, οἱ δὲ τοῖς τὰ ἕτερα καπηλεύουσιν ὤνια, τὸν πάντα πυκτεύομεν χρόνον. Ἐντεῦθεν μάχαι καὶ φιλονεικίαι, καὶ καθημεριναὶ λοιδορίαι, καὶ ὀνείδη καὶ σκώμματα, καὶ ἑκάστῳ τῶν ἱερέων ὀνόματα ἐπίκειται, βιωτικαῖς μᾶλλον πρέποντα οἰκίαις· δέον ἀντὶ τούτων ἕτερα ἀνταλλάξασθαι, καὶ ἐντεῦθεν καλεῖσθαι, ἀφ' ὧν καὶ οἱ ἀπόστολοι ἐνομοθέτουν, ἀπὸ τῆς τῶν πενήτων διατροφῆς, ἀπὸ τῆς τῶν ἀδικουμένων προστασίας, ἀπὸ τῆς τῶν ξένων ἐπιμελείας, ἀπὸ τῆς τῶν ἐπηρεαζομένων βοηθείας, ἀπὸ τῆς τῶν ὀρφανῶν προνοίας, ἀπὸ τῆς τῶν χηρῶν συμμαχίας, ἀπὸ τῆς τῶν παρθένων ἐπιστασίας, καὶ ταύτας ἀντὶ τῆς τῶν χωρίων καὶ τῶν οἰκημάτων φροντίδος διανέμεσθαι τὰς οἰκονομίας. Ταῦτα γὰρ τῆς Ἐκκλησίας τὰ κειμήλια· οὗτοι οἱ πρέποντες αὐτῇ θησαυροὶ, καὶ πολλὴν καὶ ἡμῖν εὐκολίαν. καὶ ὑμῖν ὠφέλειαν παρέχοντες, μᾶλλον δὲ καὶ ὑμῖν εὐκολίαν μετὰ τῆς ὠφελείας. Καὶ γὰρ τῇ τοῦ Θεοῦ χάριτι εἰς δέ 58.763 κα μυριάδων ἀριθμὸν οἶμαι τοὺς ἐνταῦθα συναγομένους τελεῖν· καὶ εἰ ἑνὸς ἄρτου μετεδίδου τινὶ τῶν πενήτων ἕκαστος, ἅπαντες ἦσαν ἂν ἐν εὐπορίᾳ· εἰ ἐξ ἑνὸς ὀβολοῦ μόνον, οὐδεὶς ἂν ἦν πένης, οὐκ ἂν τοσαῦτα ὑπεμείναμεν ὀνείδη καὶ σκώμματα ἀπὸ τῆς περὶ τὰ κτήματα προνοίας. Καὶ γὰρ τὸ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς καὶ δεῦρο ἀκολούθει μοι, καὶ πρὸς τοὺς τῆς Ἐκκλησίας προέδρους ὑπὲρ τῶν τῆς Ἐκκλησίας κτημάτων καιρὸν ἂν ἔχοι λέγεσθαι. Ἄλλως γὰρ ἀκολουθῆσαι ὡς χρὴ οὐκ ἔνι, μὴ πάσης φροντίδος ἀπηλλαγμένον παχυτέρας καὶ βιωτικωτέρας. Νυνὶ δὲ οἱ τοῦ Θεοῦ ἱερεῖς τρυγητῷ καὶ ἀμητῷ παρακάθηνται, καὶ πράσει καὶ ἀγορασίᾳ προσόδων· καὶ οἱ μὲν τῇ σκιᾷ λατρεύοντες, πᾶσαν τῶν