517
τοιούτων ἀτέλειαν εἶχον, καίτοι σωματικωτέραν λειτουργίαν ἐγκεχειρισμένοι· ἡμεῖς 58.764 δὲ οἱ πρὸς αὐτὰ τῶν οὐρανῶν τὰ ἄδυτα καλούμενοι, καὶ εἰς τὰ ἀληθινὰ Ἅγια τῶν ἁγίων εἰσιόντες, ἐμπόρων καὶ παλιγκαπήλων ἀναδεχόμεθα φροντίδας. Ἐντεῦθεν καὶ Γραφῶν ἀμέλεια πολλὴ, καὶ εὐχῶν ῥᾳθυμία, καὶ ἡ περὶ τὰ ἄλλα πάντα ὀλιγωρία. Οὐδὲ γὰρ δυνατὸν εἰς ἀμφότερα σχίζεσθαι μετὰ τῆς προσηκούσης σπουδῆς. ∆ιὸ δέομαι καὶ ἀντιβολῶ πολλὰς ἡμῖν πάντοθεν ἀναβλύσαι πηγὰς, καὶ τὴν ἅλω καὶ τὴν ληνὸν τὴν ὑμετέραν γενέσθαι προθυμίαν ἡμῖν. Οὕτω γὰρ καὶ οἱ πένητες διατραφήσονται εὐκολώτερον, καὶ ὁ Θεὸς δοξασθήσεται, καὶ ὑμεῖς ἐπὶ πλέον ἐπιδώσετε φιλανθρωπίας, καὶ τῶν αἰωνίων ἀπολαύσεσθε ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
58.763 ΟΜΙΛΙΑ Πςʹ. Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βα σιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς
ἔφη· Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.
αʹ. Ὁρᾷς τί πρῶτον ἐξετάζεται; ὃ μάλιστα ἄνω καὶ κάτω συνεχῶς ἔστρεφον.
Ἐπειδὴ γὰρ εἶδον τὸν Πιλάτον οὐδένα ποιούμενον λόγον τῶν νομικῶν, ἐπὶ τὰ δημόσια ἐγκλήματα τὴν κατηγορίαν ἄγουσιν. Οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων ἐποίουν, ταῦτα ἀεὶ προβαλλόμενοι, καὶ λέγοντες ὅτι περιέρχονται κηρύττοντες βασιλέα τινὰ Ἰησοῦν, ὡς περὶ ἀνθρώπου τινὸς ψιλοῦ διαλεγόμενοι, καὶ τυραννίδος ὑποψίαν αὐτοῖς περιτιθέντες. Ὅθεν δῆλον, ὅτι καὶ τὸ διαῤῥῆξαι τὸν χιτωνίσκον, καὶ ἐκπλαγῆναι, σκῆψις ἦν. Πάντα δὲ ἐκύκων καὶ ἔστρεφον, ὥστε αὐτὸν εἰς θάνατον ἐμβαλεῖν. Τοῦτο γοῦν καὶ ὁ Πιλάτος ἠρώτησε τότε. Τί οὖν ὁ Χριστός; Σὺ εἶπας. Ὡμολόγησεν εἶναι βασιλεὺς, ἀλλὰ βασιλεὺς οὐράνιος· ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγε, πρὸς τὸν Πιλάτον ἀποκρινόμενος, ὅτι Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἵνα μηδὲ ἐκεῖνοι, μηδὲ οὗτος ἀπολογίαν ἔχωσι τοιαῦτα κατηγοροῦντες. Καὶ λογισμὸν ἀντίῤῥητον τίθησι λέγων· Εἰ ἐκ τοῦ κόσμου τούτου ἤμην, οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ. ∆ιά τοι τοῦτο, ὥστε ταύτην ἀποκρούσασθαι τὴν ὑποψίαν, καὶ φόρον κατέβαλε, καὶ ἑτέρους καταβαλεῖν ἐκέλευσε· καὶ ἡνίκα ἠθέλησαν αὐτὸν ποιῆσαι βασιλέα, ἔφυγε. Τί οὖν οὐ ταῦτα προήνεγκεν εἰς μέσον, φησὶ, τότε, ἐγκαλούμενος ἐπὶ τυραννίδι; ∆ιότι μυρίας ἔχοντες τὰς ἀπὸ τῶν πραγμάτων ἀποδείξεις τῆς δυνάμεως, τῆς πραότητος, τῆς ἐπιεικείας, ἑκόντες ἐτύφλωττον καὶ ἐκακούργουν, καὶ διεφθαρμένον τὸ δικαστήριον ἦν. ∆ιὰ δὴ ταῦτα πρὸς οὐδὲν ἀποκρίνεται, ἀλλὰ σιγᾷ, καὶ βραχέα ἀποκρινόμενος, ὥστε μὴ ἀπὸ τῆς διηνεκοῦς σιγῆς αὐθαδείας δόξαν λαβεῖν, ὅτε ὥρκισεν ὁ ἀρχιερεὺς, ὅτε ὁ ἡγεμὼν ἤρετο· πρὸς δὲ τὰς κατηγορίας αὐτῶν οὐδὲν οὐκέτι φησίν· οὐ γὰρ δὴ πείσειν ἔμελλεν. Ὥσπερ καὶ ὁ προφήτης ἄνωθεν τοῦτο αὐτὸ δηλῶν ἔλεγεν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐπὶ τούτοις ὁ ἡγεμὼν ἐθαύμαζε. Καὶ γὰρ θαύματος ἄξιον ἦν ἰδεῖν τοσαύτην ἐπιείκειαν 58.764 ἐπιδεικνύμενον, καὶ σιγῶντα, τὸν μυρία ἔχοντα εἰπεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι ἐκ τοῦ συνειδέναι τι πονηρὸν αὐτῷ κατηγόρουν, ἀλλ' ἀπὸ βασκανίας καὶ φθόνου μόνον. Ὅτε γοῦν ἔστησαν ψευδομάρτυρας, διατί μηδὲν ἐχόντων εἰπεῖν ἐπέκειντο ἔτι, καὶ τὸν Ἰούδαν ἀποπνεύσαντα ἰδόντες, οὐ κατενύγησαν, καὶ τὸν Πιλάτον τὰς χεῖρας ἀπονιψάμενον; Καὶ γὰρ πολλὰ καὶ παρ' αὐτὸν τὸν καιρὸν ἐποίησεν, ὥστε αὐτοὺς ἀνανῆψαι· ἀλλ' οὐδενὶ τούτων ἐγένοντο βελτίους. Τί οὖν ὁ Πιλάτος; Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν οὗτοι; Ἠβούλετο μὲν γὰρ αὐτὸν ἀπολογούμενον ἀπαλλαγῆναι,