519
πανταχόθεν αὐτῶν ἡ ἀπολογία ἀνῄρητο. Καὶ γὰρ Περισσῶς ἔκραζον, τουτέστι, μᾶλλον ἔκραζον, Σταυρωθήτω. Οὐ γὰρ ἀνελεῖν μόνον ἤθελον, ἀλλὰ καὶ ἐπὶ πονηρᾷ αἰτίᾳ, καὶ τοῦ δικάζοντος ἀντιλέγοντος ἐπέμενον τὰ αὐτὰ βοῶντες. Εἶδες πόσα ἐποίησεν ὁ Χριστὸς, ὥστε αὐτοὺς ἀνακτήσασθαι; Καθάπερ γὰρ τὸν Ἰούδαν ἀνεκρούετο πολλάκις, οὕτω καὶ τούτους ἀνέστελλε, διά τε παντὸς τοῦ εὐαγγελίου, καὶ παρ' αὐτὸν τὸν καιρὸν τῆς κρίσεως. Καὶ γὰρ ὅτε εἶδον τὸν ἄρχοντα καὶ δικάζοντα ἀπονιψάμενον καὶ λέγοντα, Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου, ἔδει κατανυγῆναι καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων· καὶ ὅτε τὸν Ἰούδαν ἀπαγξάμενον, καὶ ὅτε αὐτὸν παρακαλοῦντα, ἕτερον ἀντ' αὐτοῦ λα 58.766 βεῖν. Ὅταν γὰρ ὁ κατήγορος καὶ προδότης ἑαυτὸν καταδικάζῃ, καὶ ὁ ψηφιζόμενος ἀποδύηται τὰ ἐγκλήματα, καὶ ὄψις τοιαύτη κατ' αὐτὴν τὴν νύκτα φαίνηται, καὶ ὡς κατάδικον αὐτὸν ἐξαιτῆται, ποίαν ἕξουσιν ἀπολογίαν; Εἰ γὰρ μὴ ἐβούλοντο ἀθῶον εἶναι. ἀλλ' οὐχὶ καὶ λῃστὴν αὐτοῦ προτιμῆσαι ἔδει, τὸν ὡμολογημένον καὶ σφόδρα ἐπίσημον ὄντα. Τί οὖν ἐκεῖνοι; Ἐπειδὴ τὸν δικαστὴν εἶδον νιπτόμενον τὰς χεῖρας, καὶ λέγοντα, Ἀθῶός εἰμι, ἔκραζον· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τί τέκνα ἡμῶν. Τότε δὴ λοιπὸν, ὅτε καθ' ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκαν, συνεχώρησε πάντα γενέσθαι. Θέα δὲ καὶ ἐνταῦθα τὴν πολλὴν παραπληξίαν. Τοιαύτη γὰρ ἡ ὁρμὴ, καὶ ἡ πονηρὰ ἐπιθυμία· οὐκ ἀφίησί τι τῶν δεόντων ἰδεῖν. Ἔστω γὰρ, ὑμῖν αὐτοῖς ἐπαρᾶσθε· τί καὶ ἐπὶ τὰ τέκνα τὴν ἀρὰν ἕλκετε; Ἀλλ' ὅμως ὁ φιλάνθρωπος, τοσαύτῃ μανίᾳ χρησαμένων, καὶ καθ' ἑαυτῶν καὶ κατὰ τῶν παίδων, οὐ μόνον ἐπὶ τῶν παίδων, ἀλλ' οὐδὲ ἐπ' αὐτῶν τὴν ψῆφον ἐκύρωσεν, ἀλλὰ καὶ ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετανοήσαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν. Καὶ γὰρ καὶ Παῦλος ἐξ αὐτῶν ἦν, καὶ αἱ μυριάδες τῶν πεπιστευκότων ἐν Ἱεροσολύμοις, (Θεωρεῖς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων·) ἐκ τούτων ἦσαν. Εἰ δέ τινες ἐναπέμειναν, ἑαυτοῖς λογιζέσθωσαν τὴν τιμωρίαν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν, ἵνα σταυρωθῇ. Καὶ διὰ τί ἐφραγέλλωσεν; Ἢ ὡς κατάδικον, ἢ σχῆμα περιθεῖναι τῇ κρίσει βουλόμενος, ἢ ἐκείνοις χαρίσασθαι. Καίτοιγε ἐνστῆναι ἐχρῆν. Καὶ γὰρ καὶ πρὸ τούτου εἶπε· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Καὶ πολλὰ ἦν τὰ δυνάμενα αὐτὸν κἀκείνους ἀναχαιτίσαι, καὶ τὰ σημεῖα, καὶ τὰ θαύματα, καὶ ἡ πολλὴ τοῦ ταῦτα πάσχοντος ἀνεξικακία, καὶ ἡ σιγὴ μάλιστα ἡ ἄφατος. Ἐπειδὴ γὰρ καὶ δι' ὧν ἀπελογήσατο καὶ δι' ὧν ηὔξατο τὸ ἀνθρώπινον ἔδειξε, πάλιν τὸ ὑψηλὸν καὶ μεγαλοφυὲς καὶ διὰ τῆς σιγῆς καὶ διὰ τοῦ καταφρονεῖν τῶν λεγομένων ἐπιδείκνυται, διὰ πάντων αὐτοὺς πρὸς τὸ οἰκεῖον ἐνάγων θαῦμα. Ἀλλ' οὐδενὶ τούτων εἶξαν. γʹ. Ὅταν γὰρ ἅπαξ, καθάπερ ὑπὸ μέθης ἢ μανίας τινὸς ἀτόπου κατασχεθῶσιν οἱ λογισμοὶ, δύσκολον ἀνενεγκεῖν μὴ σφόδρα γενναίαν οὖσαν τὴν καταπίπτουσαν ψυχήν. ∆εινὸν γὰρ, δεινὸν τοῖς πονηροῖς πάθεσι τούτοις δοῦναι χώραν· διὸ χρὴ παντὶ τρόπῳ διακρούεσθαι καὶ ἐξωθεῖν αὐτῶν τὴν εἴσοδον. Ὅταν γὰρ ἐπιλάβωνται τῆς ψυχῆς, καὶ κρατήσωσι, καθάπερ πῦρ εἰς ὕλην ἐμπεσὸν, οὕτω λαμπρὰν τὴν φλόγα ἀνάπτουσι. ∆ιὸ παρακαλῶ πάντα ποιεῖν, ὥστε ἀποτειχίζειν αὐτοῖς τὴν εἴσοδον· μηδὲ τούτῳ τῷ λογισμῷ τῷ ψυχρῷ παραμυθουμένους ἑαυτοὺς, πᾶσαν ἐπεισάγειν πονηρίαν, λέγοντας· Τί παρὰ τοῦτο, καὶ τί παρ' ἐκεῖνο; τὰ γὰρ μυρία κακὰ ἐντεῦθεν τίκτεται. Ὁ γὰρ διάβολος μιαρὸς ὢν, πολλῇ κέχρηται τῇ [κακουργίᾳ καὶ εὐτονίᾳ καὶ] συγκαταβάσει πρὸς τὴν τῶν ἀνθρώπων ἀπώλειαν, καὶ ἀπὸ τῶν μικροτέρων προσβάλλει. Σκόπει δέ. Ἠβούλετο τὸν Σαοὺλ εἰς ἐγγαστριμύθου ληρωδίαν ἐμβαλεῖν. Ἀλλὰ τοῦτο εἰ παρὰ τὴν ἀρχὴν συνεβούλευσεν, οὐκ ἂν προσέσχεν ἐκεῖνος· πῶς γὰρ, ὁ καὶ ἐλαύνων αὐτάς; ∆ιὰ 58.767 τοῦτο ἠρέμα καὶ κατὰ μικρὸν αὐτὸν εἰσάγει. Ἐπειδὴ γὰρ παρήκουσε τοῦ Σαμουὴλ, καὶ παρεσκεύασε μὴ παραγενομένου ἀνενεχθῆναι τὴν ὁλοκαύτωσιν, ἐγκαλούμενός φησιν, Ἡ ἀνάγκη τῶν πολεμίων ἐγένετο μείζων· καὶ